{"book":"1Cor","chapter":1,"verse":1,"text":"Παῦλος κλητὸς ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":2,"text":"τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ,⸃ κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":3,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":4,"text":"Εὐχαριστῶ τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":5,"text":"ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":6,"text":"καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":7,"text":"ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":8,"text":"ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":9,"text":"πιστὸς ὁ θεὸς διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":10,"text":"Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":11,"text":"ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":12,"text":"λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":13,"text":"μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":14,"text":"⸀εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":15,"text":"ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":16,"text":"ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":17,"text":"οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":18,"text":"Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":19,"text":"γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":20,"text":"ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":21,"text":"ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":22,"text":"ἐπειδὴ καὶ Ἰουδαῖοι ⸀σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":23,"text":"ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ⸀ἔθνεσιν δὲ μωρίαν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":24,"text":"αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":25,"text":"ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ⸀ἀνθρώπων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":26,"text":"Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":27,"text":"ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα ⸂καταισχύνῃ τοὺς σοφούς⸃, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":28,"text":"καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, ⸀τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":29,"text":"ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":30,"text":"ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ⸂σοφία ἡμῖν⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":1,"verse":31,"text":"ἵνα καθὼς γέγραπται· Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":1,"text":"Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ ⸀μαρτύριον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":2,"text":"οὐ γὰρ ἔκρινά ⸂τι εἰδέναι⸃ ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":3,"text":"κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":4,"text":"καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν ⸂πειθοῖ σοφίας⸃ ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":5,"text":"ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":6,"text":"Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":7,"text":"ἀλλὰ λαλοῦμεν ⸂θεοῦ σοφίαν⸃ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":8,"text":"ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":9,"text":"ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ⸀ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":10,"text":"ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψεν ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":11,"text":"τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":12,"text":"ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":13,"text":"ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ⸀πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":14,"text":"Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":15,"text":"ὁ δὲ πνευματικὸς ἀνακρίνει ⸀τὰ πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":2,"verse":16,"text":"τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":1,"text":"Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ⸂λαλῆσαι ὑμῖν⸃ ὡς πνευματικοῖς ἀλλʼ ὡς ⸀σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":2,"text":"γάλα ὑμᾶς ἐπότισα, ⸀οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλʼ ⸀οὐδὲ ἔτι νῦν δύνασθε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":3,"text":"ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ⸀ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":4,"text":"ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί⸃ ἐστε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":5,"text":"⸀Τί οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":6,"text":"ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":7,"text":"ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":8,"text":"ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":9,"text":"θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":10,"text":"Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ⸀ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":11,"text":"θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":12,"text":"εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ⸀θεμέλιον ⸂χρυσόν, ἄργυρον⸃, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":13,"text":"ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":14,"text":"εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":15,"text":"εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":16,"text":"Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖ ἐν ὑμῖν⸃; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":17,"text":"εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":18,"text":"Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":19,"text":"ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":20,"text":"καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":21,"text":"ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":22,"text":"εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ⸀ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":3,"verse":23,"text":"ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":1,"text":"Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":2,"text":"⸀ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":3,"text":"ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":4,"text":"οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":5,"text":"ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":6,"text":"Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ⸀Ἀπολλῶν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό· Μὴ ὑπὲρ ⸀ἃ ⸀γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":7,"text":"τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":8,"text":"Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":9,"text":"δοκῶ ⸀γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":10,"text":"ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":11,"text":"ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":12,"text":"καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":13,"text":"⸀δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":14,"text":"Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ ⸀νουθετῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":15,"text":"ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":16,"text":"παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":17,"text":"διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν ⸂μου τέκνον⸃ ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ ⸀Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":18,"text":"ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":19,"text":"ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":20,"text":"οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλʼ ἐν δυνάμει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":4,"verse":21,"text":"τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":1,"text":"Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":2,"text":"καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":3,"text":"Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":4,"text":"ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":5,"text":"παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":6,"text":"Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":7,"text":"ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν ἐτύθη Χριστός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":8,"text":"ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":9,"text":"Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":10,"text":"⸀οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":11,"text":"νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":12,"text":"τί γάρ ⸀μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":5,"verse":13,"text":"τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει; ⸀ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":1,"text":"Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":2,"text":"⸀ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":3,"text":"οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":4,"text":"βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":5,"text":"πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν ⸂οὐδεὶς σοφὸς⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ⸀ἀδελφοῦ αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":6,"text":"ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":7,"text":"ἤδη μὲν ⸀οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":8,"text":"ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ⸀τοῦτο ἀδελφούς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":9,"text":"Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ⸂θεοῦ βασιλείαν⸃ οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":10,"text":"οὔτε ⸂κλέπται οὔτε πλεονέκται⸃, ⸀οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ⸀θεοῦ κληρονομήσουσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":11,"text":"καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸀Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":12,"text":"Πάντα μοι ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":13,"text":"τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":14,"text":"ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":15,"text":"οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":16,"text":"⸀ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":17,"text":"ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":18,"text":"φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":19,"text":"ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":6,"verse":20,"text":"ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":1,"text":"Περὶ δὲ ὧν ⸀ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":2,"text":"διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":3,"text":"τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ⸀ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":4,"text":"ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":5,"text":"μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα ⸀σχολάσητε ⸀τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":6,"text":"τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":7,"text":"θέλω ⸀δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχει χάρισμα⸃ ἐκ θεοῦ, ⸀ὁ μὲν οὕτως, ⸁ὁ δὲ οὕτως. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":8,"text":"Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν ⸀αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":9,"text":"εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν ⸀γαμῆσαι ἢ πυροῦσθαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":10,"text":"Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":11,"text":"ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":12,"text":"Τοῖς δὲ λοιποῖς ⸂λέγω ἐγώ⸃, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":13,"text":"καὶ γυνὴ ⸂εἴ τις⸃ ἔχει ἄνδρα ἄπιστον, καὶ ⸀οὗτος συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω ⸂τὸν ἄνδρα⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":14,"text":"ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ⸀ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":15,"text":"εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ⸀ἡμᾶς ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":16,"text":"τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":17,"text":"Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισεν ὁ ⸀κύριος, ἕκαστον ὡς κέκληκεν ὁ ⸀θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":18,"text":"περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ ⸂κέκληταί τις⸃; μὴ περιτεμνέσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":19,"text":"ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":20,"text":"ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":21,"text":"Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":22,"text":"ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ⸀ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":23,"text":"τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":24,"text":"ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":25,"text":"Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":26,"text":"νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":27,"text":"δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":28,"text":"ἐὰν δὲ καὶ ⸀γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":29,"text":"τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ⸂ἐστίν· τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":30,"text":"καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":31,"text":"καὶ οἱ χρώμενοι ⸂τὸν κόσμον⸃ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":32,"text":"Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃ τῷ κυρίῳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":33,"text":"ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ τῇ γυναικί, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":34,"text":"⸀καὶ μεμέρισται. καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος⸃ καὶ ἡ ⸀παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ ⸀τῷ σώματι καὶ ⸁τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ τῷ ἀνδρί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":35,"text":"τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":36,"text":"Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":37,"text":"ὃς δὲ ἕστηκεν ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος⸃ μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ⸃, ⸀τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ⸀ποιήσει· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":38,"text":"ὥστε καὶ ὁ ⸀γαμίζων ⸂τὴν παρθένον ἑαυτοῦ⸃ καλῶς ποιεῖ, ⸂καὶ ὁ⸃ μὴ ⸁γαμίζων κρεῖσσον ⸀ποιήσει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":39,"text":"Γυνὴ ⸀δέδεται ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":7,"verse":40,"text":"μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ ⸀δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":1,"text":"Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":2,"text":"⸀εἴ τις δοκεῖ ⸀ἐγνωκέναι τι, ⸀οὔπω ⸀ἔγνω καθὼς δεῖ γνῶναι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":3,"text":"εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":4,"text":"Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ⸀θεὸς εἰ μὴ εἷς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":5,"text":"καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":6,"text":"ἀλλʼ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, διʼ οὗ τὰ πάντα καὶ ἡμεῖς διʼ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":7,"text":"Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ ⸀συνηθείᾳ ⸂ἕως ἄρτι τοῦ εἰδώλου⸃ ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":8,"text":"βρῶμα δὲ ἡμᾶς οὐ ⸀παραστήσει τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":9,"text":"βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ⸀ἀσθενέσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":10,"text":"ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":11,"text":"⸂ἀπόλλυται γὰρ⸃ ὁ ἀσθενῶν ⸀ἐν τῇ σῇ γνώσει, ⸂ὁ ἀδελφὸς⸃ διʼ ὃν Χριστὸς ἀπέθανεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":12,"text":"οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":8,"verse":13,"text":"διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":1,"text":"Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":2,"text":"εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":3,"text":"Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":4,"text":"μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":5,"text":"μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":6,"text":"ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":7,"text":"τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":8,"text":"Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":9,"text":"ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":10,"text":"ἢ διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπʼ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπʼ ἐλπίδι τοῦ μετέχειν⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":11,"text":"εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":12,"text":"εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας⸃ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":13,"text":"οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":14,"text":"οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":15,"text":"Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου ⸂οὐδεὶς κενώσει⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":16,"text":"ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":17,"text":"εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":18,"text":"τίς οὖν ⸀μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":19,"text":"Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":20,"text":"καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":21,"text":"τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦ ἀλλʼ ἔννομος ⸀Χριστοῦ, ἵνα ⸀κερδάνω ⸀τοὺς ἀνόμους· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":22,"text":"ἐγενόμην τοῖς ⸀ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":23,"text":"⸀πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":24,"text":"Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":25,"text":"πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":26,"text":"ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":9,"verse":27,"text":"ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":1,"text":"Οὐ θέλω ⸀γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":2,"text":"καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":3,"text":"καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα⸃ ἔφαγον ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":4,"text":"καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα⸃, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ⸃ ἦν ὁ Χριστός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":5,"text":"ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":6,"text":"Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":7,"text":"μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":8,"text":"μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":9,"text":"μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":10,"text":"μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":11,"text":"ταῦτα ⸀δὲ ⸂τυπικῶς συνέβαινεν⸃ ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":12,"text":"ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":13,"text":"πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι ὑπενεγκεῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":14,"text":"Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":15,"text":"ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":16,"text":"τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":17,"text":"ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":18,"text":"βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":19,"text":"τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν⸃ τί ἐστιν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":20,"text":"ἀλλʼ ὅτι ἃ ⸀θύουσιν, δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":21,"text":"οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":22,"text":"ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":23,"text":"⸀Πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. ⸁πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":24,"text":"μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":25,"text":"πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":26,"text":"τοῦ ⸂κυρίου γὰρ⸃ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":27,"text":"⸀εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":28,"text":"ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":29,"text":"συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":30,"text":"εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":31,"text":"Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":32,"text":"ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθε⸃ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":10,"verse":33,"text":"καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":1,"text":"μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":2,"text":"Ἐπαινῶ δὲ ⸀ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":3,"text":"θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦ Χριστοῦ ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":4,"text":"πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":5,"text":"πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ⸀αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":6,"text":"εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":7,"text":"ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸀ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":8,"text":"οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":9,"text":"καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":10,"text":"διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":11,"text":"πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς⸃ ἐν κυρίῳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":12,"text":"ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":13,"text":"ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":14,"text":"⸀οὐδὲ ⸂ἡ φύσις αὐτὴ⸃ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":15,"text":"γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου ⸀δέδοται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":16,"text":"εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":17,"text":"Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ⸃ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":18,"text":"πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":19,"text":"δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸀καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":20,"text":"συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":21,"text":"ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":22,"text":"μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖν⸃; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":23,"text":"Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετο ἔλαβεν ἄρτον ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":24,"text":"καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":25,"text":"ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":26,"text":"ὁσάκις γὰρ ⸀ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗ ἔλθῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":27,"text":"Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":28,"text":"δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":29,"text":"ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":30,"text":"διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":31,"text":"εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":32,"text":"κρινόμενοι δὲ ⸀ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":33,"text":"Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":11,"verse":34,"text":"⸀εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":1,"text":"Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":2,"text":"οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":3,"text":"διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα ⸀Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· ⸂Κύριος Ἰησοῦς⸃ εἰ μὴ ἐν πνεύματι ἁγίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":4,"text":"Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":5,"text":"καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":6,"text":"καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ⸃ ⸀αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":7,"text":"ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":8,"text":"ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":9,"text":"⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶ πνεύματι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":10,"text":"⸀ἄλλῳ ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ προφητεία, ⸀1ἄλλῳ διακρίσεις πνευμάτων, ⸀ἑτέρῳ γένη γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνεία γλωσσῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":11,"text":"πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":12,"text":"Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει⸃, πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":13,"text":"καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":14,"text":"Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":15,"text":"ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":16,"text":"καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":17,"text":"εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":18,"text":"⸀νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":19,"text":"εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":20,"text":"νῦν δὲ πολλὰ ⸀μὲν μέλη, ἓν δὲ σῶμα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":21,"text":"οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":22,"text":"ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":23,"text":"καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":24,"text":"τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":25,"text":"ἵνα μὴ ᾖ ⸀σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":26,"text":"καὶ ⸀εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":27,"text":"Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":28,"text":"καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":29,"text":"μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":30,"text":"μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":12,"verse":31,"text":"ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα. καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":1,"text":"Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":2,"text":"⸂καὶ ἐὰν⸃ ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":3,"text":"⸂καὶ ἐὰν⸃ ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸅ παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":4,"text":"Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":5,"text":"οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":6,"text":"οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":7,"text":"πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":8,"text":"Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":9,"text":"ἐκ μέρους ⸀γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":10,"text":"ὅταν δὲ ἔλθῃ τὸ τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":11,"text":"ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος⸃· ⸀ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":12,"text":"βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":13,"verse":13,"text":"νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":1,"text":"Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":2,"text":"ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":3,"text":"ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":4,"text":"ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":5,"text":"θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":6,"text":"⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":7,"text":"ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":8,"text":"καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":9,"text":"οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":10,"text":"τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":11,"text":"ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":12,"text":"οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":13,"text":"⸀Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":14,"text":"ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":15,"text":"τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":16,"text":"ἐπεὶ ἐὰν ⸀εὐλογῇς ⸀πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":17,"text":"σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":18,"text":"εὐχαριστῶ τῷ ⸀θεῷ, πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":19,"text":"ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":20,"text":"Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":21,"text":"ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":22,"text":"ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":23,"text":"ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":24,"text":"ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":25,"text":"⸀τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς⸃ ἐν ὑμῖν ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":26,"text":"Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":27,"text":"εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":28,"text":"ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":29,"text":"προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":30,"text":"ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":31,"text":"δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":32,"text":"(καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":33,"text":"οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":34,"text":"Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":35,"text":"εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":36,"text":"ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":37,"text":"Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":38,"text":"εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":39,"text":"ὥστε, ἀδελφοί ⸀μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις⸃· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":14,"verse":40,"text":"πάντα ⸀δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":1,"text":"Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":2,"text":"διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":3,"text":"Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":4,"text":"καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ κατὰ τὰς γραφάς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":5,"text":"καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":6,"text":"ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ ⸀πλείονες μένουσιν ἕως ἄρτι, τινὲς ⸀δὲ ἐκοιμήθησαν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":7,"text":"ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":8,"text":"ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":9,"text":"ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":10,"text":"χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ⸀ἡ σὺν ἐμοί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":11,"text":"εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":12,"text":"Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ⸂ἐν ὑμῖν τινες⸃ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":13,"text":"εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":14,"text":"εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ⸀ἄρα τὸ κήρυγμα ἡμῶν, ⸀κενὴ καὶ ἡ πίστις ⸀ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":15,"text":"εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":16,"text":"εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":17,"text":"εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ⸀ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":18,"text":"ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":19,"text":"εἰ ἐν τῇ ζωῇ ταύτῃ ⸂ἐν Χριστῷ ἠλπικότες ἐσμὲν⸃ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":20,"text":"Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν ⸀κεκοιμημένων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":21,"text":"ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ⸀θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":22,"text":"ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":23,"text":"ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":24,"text":"εἶτα τὸ τέλος, ὅταν ⸀παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":25,"text":"δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι ⸀οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":26,"text":"ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":27,"text":"πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":28,"text":"ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ⸀τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς ⸀πάντα ἐν πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":29,"text":"Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ ⸀αὐτῶν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":30,"text":"τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":31,"text":"καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν ⸀καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":32,"text":"εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":33,"text":"μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":34,"text":"ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν ⸀λαλῶ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":35,"text":"Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":36,"text":"⸀ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":37,"text":"καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":38,"text":"ὁ δὲ θεὸς ⸂δίδωσιν αὐτῷ⸃ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ⸀ἴδιον σῶμα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":39,"text":"οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ⸂σὰρξ πτηνῶν⸃, ἄλλη δὲ ⸀ἰχθύων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":40,"text":"καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":41,"text":"ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":42,"text":"Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":43,"text":"σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":44,"text":"σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ⸀Εἰ ἔστιν σῶμα ψυχικόν, ⸂ἔστιν καὶ⸃ πνευματικόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":45,"text":"οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":46,"text":"ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":47,"text":"ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ⸀ἄνθρωπος ἐξ οὐρανοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":48,"text":"οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":49,"text":"καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, ⸀φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":50,"text":"Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ ⸀δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":51,"text":"ἰδοὺ μυστήριον ὑμῖν λέγω· ⸀πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":52,"text":"ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":53,"text":"δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":54,"text":"ὅταν δὲ τὸ ⸂φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ⸃ θνητὸν τοῦτο ἐνδύσηται ⸀ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":55,"text":"ποῦ σου, θάνατε, τὸ ⸂νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον⸃; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":56,"text":"τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":57,"text":"τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":15,"verse":58,"text":"Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":1,"text":"Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":2,"text":"κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":3,"text":"ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":4,"text":"ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":5,"text":"Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":6,"text":"πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":7,"text":"οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":8,"text":"⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":9,"text":"θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":10,"text":"Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":11,"text":"μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":12,"text":"Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":13,"text":"Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":14,"text":"πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":15,"text":"Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":16,"text":"ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":17,"text":"χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":18,"text":"ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":19,"text":"Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":20,"text":"ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":21,"text":"Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":22,"text":"εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":23,"text":"ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθʼ ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1Cor","chapter":16,"verse":24,"text":"ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Α"} {"book":"1John","chapter":1,"verse":1,"text":"Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς— ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":2,"text":"καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν— ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":3,"text":"ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν ⸀καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθʼ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":4,"text":"καὶ ταῦτα γράφομεν ⸀ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":5,"text":"Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπʼ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτία ⸂ἐν αὐτῷ οὐκ ἔστιν⸃ οὐδεμία. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":6,"text":"ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":7,"text":"ἐὰν ⸀δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετʼ ἀλλήλων καὶ τὸ αἷμα ⸀Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":8,"text":"ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια ⸂οὐκ ἔστιν ἐν ἡμῖν⸃. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":9,"text":"ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":1,"verse":10,"text":"ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":1,"text":"Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":2,"text":"καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":3,"text":"Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":4,"text":"ὁ λέγων ⸀ὅτι Ἔγνωκα αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":5,"text":"ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":6,"text":"ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ ⸀αὐτὸς περιπατεῖν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":7,"text":"⸀Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ⸀ἠκούσατε. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":8,"text":"πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":9,"text":"ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":10,"text":"ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":11,"text":"ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":12,"text":"Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":13,"text":"γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":14,"text":"⸀ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":15,"text":"Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":16,"text":"ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":17,"text":"καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":18,"text":"Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ⸀ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":19,"text":"ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν⸃, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":20,"text":"καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου ⸀καὶ οἴδατε ⸀πάντες· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":21,"text":"οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":22,"text":"τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":23,"text":"πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ⸂ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει⸃. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":24,"text":"⸀ὑμεῖς ὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":25,"text":"καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":26,"text":"Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":27,"text":"καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ ⸂μένει ἐν ὑμῖν⸃, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ ⸀αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ⸀μένετε ἐν αὐτῷ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":28,"text":"Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ⸀ἐὰν φανερωθῇ ⸀σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":2,"verse":29,"text":"ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ⸀ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":1,"text":"ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, ⸂καὶ ἐσμέν⸃. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":2,"text":"ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. ⸀οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":3,"text":"καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":4,"text":"Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":5,"text":"καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ⸀ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":6,"text":"πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":7,"text":"⸀τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":8,"text":"ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":9,"text":"πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":10,"text":"ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":11,"text":"Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":12,"text":"οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":13,"text":"⸀μὴ θαυμάζετε, ⸀ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":14,"text":"ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":15,"text":"πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ⸀αὐτῷ μένουσαν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":16,"text":"ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ⸀θεῖναι. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":17,"text":"ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":18,"text":"⸀Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":19,"text":"⸀ἐν τούτῳ ⸀γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν ⸂τὴν καρδίαν⸃ ἡμῶν ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":20,"text":"ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":21,"text":"ἀγαπητοί, ἐὰν ἡ καρδία ⸂μὴ καταγινώσκῃ ἡμῶν⸃, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":22,"text":"καὶ ὃ ⸀ἐὰν αἰτῶμεν λαμβάνομεν ⸀ἀπʼ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":23,"text":"καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ⸀ἡμῖν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":3,"verse":24,"text":"καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":1,"text":"Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":2,"text":"ἐν τούτῳ ⸀γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν, ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":3,"text":"καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ ⸀τὸν ⸀Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":4,"text":"ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":5,"text":"αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":6,"text":"ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":7,"text":"Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":8,"text":"ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":9,"text":"ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν διʼ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":10,"text":"ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ⸀ἠγαπήκαμεν τὸν θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":11,"text":"ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":12,"text":"θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένη ἐστιν⸃. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":13,"text":"Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":14,"text":"καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":15,"text":"ὃς ⸀ἐὰν ὁμολογήσῃ ὅτι ⸀Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":16,"text":"καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":17,"text":"ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":18,"text":"φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":19,"text":"ἡμεῖς ⸀ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":20,"text":"ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν ⸀οὐ δύναται ἀγαπᾶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":4,"verse":21,"text":"καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":1,"text":"Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":2,"text":"ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":3,"text":"αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":4,"text":"ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":5,"text":"τίς ⸂δέ ἐστιν⸃ ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":6,"text":"Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλʼ ἐν τῷ ὕδατι καὶ ⸀ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":7,"text":"ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":8,"text":"τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":9,"text":"εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ⸀ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":10,"text":"ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":11,"text":"καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸂ὁ θεὸς ἡμῖν⸃, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":12,"text":"ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":13,"text":"Ταῦτα ἔγραψα ⸀ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ⸂ἔχετε αἰώνιον⸃, ⸂τοῖς πιστεύουσιν⸃ εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":14,"text":"καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":15,"text":"καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ⸀ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸀ἀπʼ αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":16,"text":"ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":17,"text":"πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":18,"text":"Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":19,"text":"οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":20,"text":"οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸀γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1John","chapter":5,"verse":21,"text":"Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν ⸀εἰδώλων. ","greek_name":"ΙΩΑΝΝΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":1,"text":"Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":2,"text":"κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":3,"text":"Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":4,"text":"εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":5,"text":"τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":6,"text":"ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ ⸀δέον ⸀λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":7,"text":"ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ⸀πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ ⸂δόξαν καὶ τιμὴν⸃ ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":8,"text":"ὃν οὐκ ⸀ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ⸀ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":9,"text":"κομιζόμενοι τὸ τέλος τῆς πίστεως ⸀ὑμῶν σωτηρίαν ψυχῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":10,"text":"Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":11,"text":"ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":12,"text":"οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ⸀ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπʼ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":13,"text":"Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":14,"text":"ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":15,"text":"ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":16,"text":"διότι γέγραπται ⸀ὅτι Ἅγιοι ⸀ἔσεσθε, ὅτι ἐγὼ ⸀ἅγιος. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":17,"text":"Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":18,"text":"εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":19,"text":"ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":20,"text":"προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπʼ ⸀ἐσχάτου τῶν χρόνων διʼ ὑμᾶς ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":21,"text":"τοὺς διʼ αὐτοῦ ⸀πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":22,"text":"Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ⸀ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ⸀ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":23,"text":"ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ ⸀μένοντος· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":24,"text":"διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ⸀αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ⸀ἄνθος ἐξέπεσεν· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":1,"verse":25,"text":"τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":1,"text":"Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ⸀ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":2,"text":"ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε ⸂εἰς σωτηρίαν⸃, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":3,"text":"⸀εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":4,"text":"Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":5,"text":"καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς ⸀εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας ⸀εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":6,"text":"διότι περιέχει ⸀ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ⸂ἀκρογωνιαῖον ἐκλεκτὸν⸃ ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":7,"text":"ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ⸀ἀπιστοῦσιν δὲ ⸀λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":8,"text":"καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":9,"text":"Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":10,"text":"οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":11,"text":"Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":12,"text":"τὴν ἀναστροφὴν ὑμῶν ⸂ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν⸃, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ⸀ἐποπτεύοντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":13,"text":"⸀Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":14,"text":"εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":15,"text":"(ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν)· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":16,"text":"ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ⸂θεοῦ δοῦλοι⸃. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":17,"text":"πάντας τιμήσατε, τὴν ἀδελφότητα ⸀ἀγαπᾶτε, τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":18,"text":"Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":19,"text":"τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":20,"text":"ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":21,"text":"εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ⸀ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":22,"text":"ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":23,"text":"ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":24,"text":"ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ ⸀μώλωπι ἰάθητε. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":2,"verse":25,"text":"ἦτε γὰρ ὡς πρόβατα ⸀πλανώμενοι, ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":1,"text":"⸀Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":2,"text":"ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":3,"text":"ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":4,"text":"ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":5,"text":"οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":6,"text":"ὡς Σάρρα ⸀ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":7,"text":"Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":8,"text":"Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":9,"text":"μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":10,"text":"ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσαν ἀπὸ κακοῦ καὶ ⸀χείλη τοῦ μὴ λαλῆσαι δόλον, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":11,"text":"ἐκκλινάτω ⸀δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":12,"text":"ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":13,"text":"Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶ γένησθε; ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":14,"text":"ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":15,"text":"κύριον δὲ τὸν ⸀Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":16,"text":"⸀ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":17,"text":"κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":18,"text":"ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":19,"text":"ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":20,"text":"ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι, τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":21,"text":"ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":3,"verse":22,"text":"ὅς ἐστιν ἐν ⸀δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":1,"text":"Χριστοῦ οὖν ⸀παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ ⸀παθὼν σαρκὶ πέπαυται ⸀ἁμαρτίας, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":2,"text":"εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":3,"text":"ἀρκετὸς ⸀γὰρ ὁ παρεληλυθὼς ⸀χρόνος τὸ ⸀βούλημα τῶν ἐθνῶν ⸀κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":4,"text":"ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":5,"text":"οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":6,"text":"εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":7,"text":"Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς προσευχάς· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":8,"text":"πρὸ ⸀πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη ⸀καλύπτει πλῆθος ἁμαρτιῶν· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":9,"text":"φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":10,"text":"ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":11,"text":"εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ⸀ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":12,"text":"Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":13,"text":"ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":14,"text":"εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ⸀ἀναπαύεται. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":15,"text":"μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":16,"text":"εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸀ὀνόματι τούτῳ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":17,"text":"ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":18,"text":"καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ⸀ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":4,"verse":19,"text":"ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ⸀θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸀αὐτῶν ἐν ἀγαθοποιΐᾳ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":1,"text":"Πρεσβυτέρους ⸀οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":2,"text":"ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν⸃, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":3,"text":"μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":4,"text":"καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":5,"text":"ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":6,"text":"Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":7,"text":"πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":8,"text":"νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα ⸀καταπιεῖν· ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":9,"text":"ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":10,"text":"ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ, ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει, στηρίξει, σθενώσει, ⸀θεμελιώσει. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":11,"text":"⸀αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων⸃· ἀμήν. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":12,"text":"Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":13,"text":"ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Pet","chapter":5,"verse":14,"text":"ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ. ","greek_name":"ΠΕΤΡΟΥ.Α"} {"book":"1Thess","chapter":1,"verse":1,"text":"Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ ⸀εἰρήνη. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":2,"text":"Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν ⸀μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":3,"text":"μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":4,"text":"εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸀θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":5,"text":"ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ ⸀καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ⸀ἐν ὑμῖν διʼ ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":6,"text":"καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":7,"text":"ὥστε γενέσθαι ὑμᾶς ⸀τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ⸀ἐν τῇ Ἀχαΐᾳ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":8,"text":"ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ ⸀καὶ Ἀχαΐᾳ, ⸀ἀλλʼ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ⸂ἔχειν ἡμᾶς⸃ λαλεῖν τι· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":9,"text":"αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":1,"verse":10,"text":"καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":1,"text":"Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":2,"text":"ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":3,"text":"ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας ⸀οὐδὲ ἐν δόλῳ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":4,"text":"ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ ⸀θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":5,"text":"οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ⸀ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":6,"text":"οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπʼ ἄλλων, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":7,"text":"δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· ἀλλὰ ἐγενήθημεν ⸀ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ⸀ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":8,"text":"οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ⸀ἐγενήθητε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":9,"text":"Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· ⸀νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":10,"text":"ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":11,"text":"καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":12,"text":"παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι, εἰς τὸ ⸀περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":13,"text":"⸀Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ⸂ἀληθῶς ἐστὶν⸃ λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":14,"text":"ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":15,"text":"τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ ⸀τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":16,"text":"κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ⸀ὀργὴ εἰς τέλος. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":17,"text":"Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφʼ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":18,"text":"⸀διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":19,"text":"τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως— ἢ οὐχὶ καὶ ὑμεῖς— ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":2,"verse":20,"text":"ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":1,"text":"Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":2,"text":"καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ ⸀συνεργὸν τοῦ ⸀θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ⸀ὑπὲρ τῆς πίστεως ὑμῶν ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":3,"text":"τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":4,"text":"καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":5,"text":"διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":6,"text":"Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφʼ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":7,"text":"διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφʼ ὑμῖν ἐπὶ πάσῃ τῇ ⸂ἀνάγκῃ καὶ θλίψει⸃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":8,"text":"ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":9,"text":"τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν διʼ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":10,"text":"νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":11,"text":"Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν ⸀Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":12,"text":"ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":3,"verse":13,"text":"εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων ⸀αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":1,"text":"Λοιπὸν ⸀οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ⸀ἵνα καθὼς παρελάβετε παρʼ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, ⸂καθὼς καὶ περιπατεῖτε⸃, ἵνα περισσεύητε μᾶλλον. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":2,"text":"οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":3,"text":"τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":4,"text":"εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":5,"text":"μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":6,"text":"τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ⸀κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":7,"text":"οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλʼ ἐν ἁγιασμῷ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":8,"text":"τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν ⸀καὶ ⸀διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":9,"text":"Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":10,"text":"καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":11,"text":"καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ⸀ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":12,"text":"ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":13,"text":"Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν ⸀κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":14,"text":"εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":15,"text":"τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":16,"text":"ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπʼ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":17,"text":"ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":4,"verse":18,"text":"ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":1,"text":"Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":2,"text":"αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ⸀ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":3,"text":"⸀ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":4,"text":"ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτης καταλάβῃ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":5,"text":"πάντες ⸀γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":6,"text":"ἄρα οὖν μὴ καθεύδωμεν ⸀ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":7,"text":"οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":8,"text":"ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":9,"text":"ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":10,"text":"τοῦ ἀποθανόντος ⸀περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":11,"text":"διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":12,"text":"Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":13,"text":"καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":14,"text":"παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":15,"text":"ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":16,"text":"πάντοτε χαίρετε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":17,"text":"ἀδιαλείπτως προσεύχεσθε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":18,"text":"ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":19,"text":"τὸ πνεῦμα μὴ σβέννυτε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":20,"text":"προφητείας μὴ ἐξουθενεῖτε· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":21,"text":"πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":22,"text":"ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":23,"text":"Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":24,"text":"πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":25,"text":"Ἀδελφοί, ⸀προσεύχεσθε περὶ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":26,"text":"ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":27,"text":"⸀ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς ἀδελφοῖς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Thess","chapter":5,"verse":28,"text":"ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Α"} {"book":"1Tim","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ τῆς ἐλπίδος ἡμῶν ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":2,"text":"Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":3,"text":"Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":4,"text":"μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ⸀ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει— ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":5,"text":"τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":6,"text":"ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":7,"text":"θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":8,"text":"Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":9,"text":"εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":10,"text":"πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":11,"text":"κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":12,"text":"⸀Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":13,"text":"⸀τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":14,"text":"ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":15,"text":"πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":16,"text":"ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ⸂Χριστὸς Ἰησοῦς⸃ τὴν ⸀ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":17,"text":"τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, ⸀μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":18,"text":"Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα ⸀στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":19,"text":"ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":1,"verse":20,"text":"ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":1,"text":"Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":2,"text":"ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":3,"text":"⸀τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":4,"text":"ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":5,"text":"εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":6,"text":"ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":7,"text":"εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν ⸀λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":8,"text":"Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ ⸀διαλογισμοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":9,"text":"ὡσαύτως ⸀καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν ⸀καὶ ⸀χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":10,"text":"ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":11,"text":"γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":12,"text":"⸂διδάσκειν δὲ γυναικὶ⸃ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":13,"text":"Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":14,"text":"καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ⸀ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":2,"verse":15,"text":"σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":1,"text":"Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":2,"text":"δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":3,"text":"μὴ πάροινον, μὴ ⸀πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":4,"text":"τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":5,"text":"(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται;) ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":6,"text":"μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":7,"text":"δεῖ ⸀δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":8,"text":"Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":9,"text":"ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":10,"text":"καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":11,"text":"γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":12,"text":"διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":13,"text":"οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":14,"text":"Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ⸂ἐν τάχει⸃, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":15,"text":"ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":3,"verse":16,"text":"καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ⸀Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":1,"text":"Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":2,"text":"ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":3,"text":"κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":4,"text":"ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":5,"text":"ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":6,"text":"Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος ⸂Χριστοῦ Ἰησοῦ⸃, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":7,"text":"τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":8,"text":"ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":9,"text":"πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":10,"text":"εἰς τοῦτο ⸀γὰρ κοπιῶμεν καὶ ⸀ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":11,"text":"Παράγγελλε ταῦτα καὶ δίδασκε. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":12,"text":"μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ⸀ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":13,"text":"ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":14,"text":"μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":15,"text":"ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ⸀ᾖ πᾶσιν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":4,"verse":16,"text":"ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":1,"text":"Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":2,"text":"πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":3,"text":"Χήρας τίμα τὰς ὄντως χήρας. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":4,"text":"εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":5,"text":"ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ ⸀θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":6,"text":"ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":7,"text":"καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":8,"text":"εἰ δέ τις τῶν ἰδίων καὶ ⸀μάλιστα οἰκείων οὐ ⸀προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":9,"text":"Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":10,"text":"ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":11,"text":"νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":12,"text":"ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":13,"text":"ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":14,"text":"βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":15,"text":"ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":16,"text":"εἴ ⸀τις πιστὴ ἔχει χήρας, ⸀ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":17,"text":"Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":18,"text":"λέγει γὰρ ἡ γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις, καί· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":19,"text":"κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":20,"text":"⸀τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":21,"text":"διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":22,"text":"χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":23,"text":"μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν ⸀στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":24,"text":"Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":5,"verse":25,"text":"ὡσαύτως καὶ τὰ ⸂ἔργα τὰ καλὰ⸃ ⸀πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":1,"text":"Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":2,"text":"οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":3,"text":"εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":4,"text":"τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":5,"text":"διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν ⸀εὐσέβειαν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":6,"text":"ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":7,"text":"οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ⸀ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":8,"text":"ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":9,"text":"οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":10,"text":"ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":11,"text":"Σὺ δέ, ὦ ἄνθρωπε ⸀θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, ⸀πραϋπαθίαν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":12,"text":"ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":13,"text":"παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ⸀ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":14,"text":"τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":15,"text":"ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":16,"text":"ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":17,"text":"Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ⸀ἐπὶ ⸀θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":18,"text":"ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":19,"text":"ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ⸀ὄντως ζωῆς. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":20,"text":"Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"1Tim","chapter":6,"verse":21,"text":"ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις ⸂μεθʼ ὑμῶν⸃. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Α"} {"book":"2Cor","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":2,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":3,"text":"Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":4,"text":"ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":5,"text":"ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":6,"text":"εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ⸂εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως⸃ τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":7,"text":"καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ⸀ὑμῶν· εἰδότες ὅτι ⸀ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":8,"text":"Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ⸀ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς ⸀γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ⸂ὑπὲρ δύναμιν ἐβαρήθημεν⸃, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":9,"text":"ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":10,"text":"ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ⸀ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":11,"text":"συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ⸀ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":12,"text":"Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ⸀ἁγιότητι καὶ εἰλικρινείᾳ ⸀τοῦ θεοῦ, ⸀οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":13,"text":"οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ⸀ὅτι ἕως τέλους ἐπιγνώσεσθε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":14,"text":"καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":15,"text":"Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην ⸂πρότερον πρὸς ὑμᾶς ἐλθεῖν⸃, ἵνα δευτέραν ⸀χάριν ⸀σχῆτε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":16,"text":"καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":17,"text":"τοῦτο οὖν ⸀βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":18,"text":"πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ⸀ἔστιν Ναὶ καὶ Οὔ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":19,"text":"ὁ ⸂τοῦ θεοῦ γὰρ⸃ υἱὸς ⸂Ἰησοῦς Χριστὸς⸃ ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":20,"text":"ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· ⸀διὸ καὶ ⸂διʼ αὐτοῦ⸃ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":21,"text":"ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":22,"text":"ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":23,"text":"Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":1,"verse":24,"text":"οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":1,"text":"ἔκρινα ⸀γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":2,"text":"εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ ⸀τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":3,"text":"καὶ ⸀ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην ⸀σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":4,"text":"ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":5,"text":"Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":6,"text":"ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":7,"text":"ὥστε τοὐναντίον ⸀μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":8,"text":"διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":9,"text":"εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":10,"text":"ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ⸂ὃ κεχάρισμαι, εἴ τι⸃ κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":11,"text":"ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":12,"text":"Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":13,"text":"οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":14,"text":"Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":15,"text":"ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":16,"text":"οἷς μὲν ὀσμὴ ⸀ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ⸁ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":2,"verse":17,"text":"οὐ γάρ ἐσμεν ὡς οἱ ⸀πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλʼ ὡς ἐξ εἰλικρινείας, ἀλλʼ ὡς ἐκ θεοῦ ⸀κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":1,"text":"Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν; ⸀ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":2,"text":"ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":3,"text":"φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":4,"text":"Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":5,"text":"οὐχ ὅτι ⸂ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν⸃ λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":6,"text":"ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":7,"text":"Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":8,"text":"πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":9,"text":"εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":10,"text":"καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":11,"text":"εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":12,"text":"Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":13,"text":"καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":14,"text":"ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι ἐν Χριστῷ καταργεῖται, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":15,"text":"ἀλλʼ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":16,"text":"ἡνίκα ⸂δὲ ἐὰν⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":17,"text":"ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου, ἐλευθερία. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":3,"verse":18,"text":"ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":1,"text":"Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ⸀ἐγκακοῦμεν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":2,"text":"ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ⸀συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":3,"text":"εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":4,"text":"ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ ⸀αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":5,"text":"οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ⸂Χριστὸν Ἰησοῦν⸃ κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":6,"text":"ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς ⸀λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ ⸀Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":7,"text":"Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":8,"text":"ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":9,"text":"διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":10,"text":"πάντοτε τὴν νέκρωσιν ⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":11,"text":"ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":12,"text":"ὥστε ⸀ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":13,"text":"Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":14,"text":"εἰδότες ὅτι ὁ ἐγείρας ⸀τὸν Ἰησοῦν καὶ ἡμᾶς ⸀σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":15,"text":"τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":16,"text":"Διὸ οὐκ ⸀ἐγκακοῦμεν, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ⸂ἔσω ἡμῶν⸃ ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":17,"text":"τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ⸀ἡμῶν καθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":4,"verse":18,"text":"μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":1,"text":"Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":2,"text":"καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":3,"text":"⸂εἴ γε⸃ καὶ ⸀ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":4,"text":"καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":5,"text":"ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ⸀ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":6,"text":"Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":7,"text":"διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":8,"text":"θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":9,"text":"διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":10,"text":"τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε ⸀φαῦλον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":11,"text":"Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":12,"text":"⸀οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ ⸂μὴ ἐν⸃ καρδίᾳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":13,"text":"εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":14,"text":"ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ⸀ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":15,"text":"καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":16,"text":"Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· ⸀εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":17,"text":"ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν ⸀καινά· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":18,"text":"τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ ⸀διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":19,"text":"ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":20,"text":"ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":5,"verse":21,"text":"⸀τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":1,"text":"Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":2,"text":"λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":3,"text":"μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":4,"text":"ἀλλʼ ἐν παντὶ ⸀συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":5,"text":"ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":6,"text":"ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":7,"text":"ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":8,"text":"διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":9,"text":"ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":10,"text":"ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":11,"text":"Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":12,"text":"οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":13,"text":"τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":14,"text":"Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ⸂ἢ τίς⸃ κοινωνία φωτὶ πρὸς σκότος; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":15,"text":"τίς δὲ συμφώνησις ⸀Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":16,"text":"τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ⸂ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν⸃ ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί ⸀μου λαός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":17,"text":"διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":6,"verse":18,"text":"καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":1,"text":"ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":2,"text":"Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":3,"text":"⸂πρὸς κατάκρισιν οὐ⸃ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":4,"text":"πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":5,"text":"Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ⸀ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":6,"text":"ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":7,"text":"οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":8,"text":"ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην (⸀βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς), ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":9,"text":"νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":10,"text":"ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ⸀ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":11,"text":"ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν ⸀λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς ⸀εἶναι τῷ πράγματι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":12,"text":"ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ⸀ἕνεκεν τοῦ ἀδικήσαντος, ⸀οὐδὲ ⸁ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ⸀1ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":13,"text":"διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ⸀ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":14,"text":"ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ⸀ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":15,"text":"καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":7,"verse":16,"text":"χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":1,"text":"Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":2,"text":"ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς ⸂τὸ πλοῦτος⸃ τῆς ἁπλότητος αὐτῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":3,"text":"ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ⸀παρὰ δύναμιν, αὐθαίρετοι ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":4,"text":"μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":5,"text":"καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλʼ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":6,"text":"εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":7,"text":"ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ⸂ἡμῶν ἐν ὑμῖν⸃ ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":8,"text":"Οὐ κατʼ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":9,"text":"γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":10,"text":"καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":11,"text":"νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":12,"text":"εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ⸀ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":13,"text":"οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ⸀ὑμῖν θλῖψις· ἀλλʼ ἐξ ἰσότητος ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":14,"text":"ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":15,"text":"καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":16,"text":"Χάρις δὲ τῷ θεῷ τῷ ⸀διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":17,"text":"ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":18,"text":"συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":19,"text":"οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν ⸀σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν πρὸς τὴν ⸀αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":20,"text":"στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":21,"text":"⸂προνοοῦμεν γὰρ⸃ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":22,"text":"συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":23,"text":"εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":8,"verse":24,"text":"τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ⸀ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":1,"text":"Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":2,"text":"οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ⸀τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":3,"text":"ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":4,"text":"μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ ⸀λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ⸀ταύτῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":5,"text":"ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν ⸀εἰς ὑμᾶς καὶ προκαταρτίσωσι τὴν ⸀προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":6,"text":"Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις ἐπʼ εὐλογίαις καὶ θερίσει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":7,"text":"ἕκαστος καθὼς ⸀προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":8,"text":"⸀δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":9,"text":"(καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":10,"text":"ὁ δὲ ἐπιχορηγῶν ⸀σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν ⸀χορηγήσει καὶ ⸀πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ ⸀αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·) ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":11,"text":"ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":12,"text":"ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":13,"text":"διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":14,"text":"καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφʼ ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":9,"verse":15,"text":"⸀χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":1,"text":"Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":2,"text":"δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":3,"text":"ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":4,"text":"τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":5,"text":"καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":6,"text":"καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":7,"text":"Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ⸀ἐφʼ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ⸀ἡμεῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":8,"text":"ἐάν ⸀τε ⸀γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ ⸀κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":9,"text":"ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":10,"text":"ὅτι Αἱ ⸂ἐπιστολαὶ μέν⸃, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":11,"text":"τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διʼ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":12,"text":"Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":13,"text":"ἡμεῖς δὲ ⸀οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":14,"text":"οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":15,"text":"οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":16,"text":"εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":17,"text":"Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":10,"verse":18,"text":"οὐ γὰρ ὁ ἑαυτὸν ⸀συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":1,"text":"Ὄφελον ἀνείχεσθέ μου μικρόν ⸀τι ⸀ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":2,"text":"ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":3,"text":"φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ⸂ἐξηπάτησεν Εὕαν⸃ ἐν τῇ πανουργίᾳ αὐτοῦ, ⸀φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος ⸂καὶ τῆς ἁγνότητος⸃ τῆς εἰς τὸν Χριστόν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":4,"text":"εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ⸀ἀνέχεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":5,"text":"λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":6,"text":"εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει, ἀλλʼ ἐν παντὶ ⸀φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":7,"text":"Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":8,"text":"ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":9,"text":"καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ⸂ἐμαυτὸν ὑμῖν⸃ ἐτήρησα καὶ τηρήσω. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":10,"text":"ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":11,"text":"διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":12,"text":"Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":13,"text":"οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":14,"text":"καὶ οὐ ⸀θαῦμα, αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":15,"text":"οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":16,"text":"Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":17,"text":"ὃ λαλῶ οὐ ⸂κατὰ κύριον λαλῶ⸃, ἀλλʼ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":18,"text":"ἐπεὶ πολλοὶ καυχῶνται ⸀κατὰ σάρκα, κἀγὼ καυχήσομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":19,"text":"ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":20,"text":"ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ⸂εἰς πρόσωπον ὑμᾶς⸃ δέρει. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":21,"text":"κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ⸀ἠσθενήκαμεν· ἐν ᾧ δʼ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":22,"text":"Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":23,"text":"διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν ⸂φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως⸃, ἐν θανάτοις πολλάκις· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":24,"text":"ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":25,"text":"τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":26,"text":"ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":27,"text":"⸀κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":28,"text":"χωρὶς τῶν παρεκτὸς ἡ ⸀ἐπίστασίς ⸀μοι ἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":29,"text":"τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":30,"text":"Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":31,"text":"ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ⸀Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":32,"text":"ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ⸂πόλιν Δαμασκηνῶν⸃ πιάσαι ⸀με, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":11,"verse":33,"text":"καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":1,"text":"Καυχᾶσθαι ⸀δεῖ· οὐ ⸂συμφέρον μέν⸃, ἐλεύσομαι ⸀δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":2,"text":"οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":3,"text":"καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":4,"text":"ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":5,"text":"ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":6,"text":"ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":7,"text":"καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ, ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι⸃. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":8,"text":"ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":9,"text":"καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμις ἐν ἀσθενείᾳ ⸀τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":10,"text":"διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":11,"text":"Γέγονα ⸀ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":12,"text":"τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ, σημείοις ⸀τε καὶ τέρασιν καὶ δυνάμεσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":13,"text":"τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":14,"text":"Ἰδοὺ τρίτον ⸀τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":15,"text":"ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν, ἧσσον ἀγαπῶμαι; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":16,"text":"ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":17,"text":"μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":18,"text":"παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":19,"text":"⸀Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":20,"text":"φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις, ⸀ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":12,"verse":21,"text":"μὴ πάλιν ⸂ἐλθόντος μου⸃ ⸀ταπεινώσῃ ⸀με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":1,"text":"Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":2,"text":"προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν ⸀νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":3,"text":"ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":4,"text":"καὶ ⸀γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":5,"text":"Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ⸀ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":6,"text":"ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":7,"text":"⸀εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":8,"text":"οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":9,"text":"χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":10,"text":"διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκέν μοι⸃, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":11,"text":"Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":12,"text":"ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2Cor","chapter":13,"verse":13,"text":"ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΡΙΝΘΙΟΥΣ.Β"} {"book":"2John","chapter":1,"verse":1,"text":"Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":2,"text":"διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":3,"text":"ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":4,"text":"Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":5,"text":"καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι⸃ ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":6,"text":"καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν⸃, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":7,"text":"ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":8,"text":"βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε ἃ ⸀εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":9,"text":"πᾶς ὁ ⸀προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":10,"text":"εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":11,"text":"ὁ ⸂λέγων γὰρ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":12,"text":"Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν ⸂πεπληρωμένη ᾖ⸃. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2John","chapter":1,"verse":13,"text":"Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":1,"text":"⸀Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":2,"text":"χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":3,"text":"Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ⸂ἰδίᾳ δόξῃ καὶ ἀρετῇ⸃, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":4,"text":"διʼ ὧν τὰ ⸂τίμια καὶ μέγιστα ἡμῖν⸃ ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν ⸀τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":5,"text":"καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":6,"text":"ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":7,"text":"ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":8,"text":"ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":9,"text":"ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ⸀ἁμαρτημάτων. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":10,"text":"διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":11,"text":"οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":12,"text":"Διὸ ⸀μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":13,"text":"δίκαιον δὲ ἡγοῦμαι, ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":14,"text":"εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":15,"text":"σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":16,"text":"Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":17,"text":"λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· ⸂Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν⸃, εἰς ὃν ἐγὼ εὐδόκησα— ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":18,"text":"καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ⸂ἁγίῳ ὄρει⸃. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":19,"text":"καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":20,"text":"τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":1,"verse":21,"text":"οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ⸂προφητεία ποτέ⸃, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ⸀ἀπὸ θεοῦ ἄνθρωποι. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":1,"text":"Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":2,"text":"καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":3,"text":"καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ ⸀νυστάζει. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":4,"text":"Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ ⸀σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":5,"text":"καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":6,"text":"καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας ⸀καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ⸀ἀσεβέσιν τεθεικώς, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":7,"text":"καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":8,"text":"βλέμματι γὰρ καὶ ἀκοῇ ⸀ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":9,"text":"οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":10,"text":"μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":11,"text":"ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατʼ ⸀αὐτῶν βλάσφημον κρίσιν. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":12,"text":"οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸂γεγεννημένα φυσικὰ⸃ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν ⸂καὶ φθαρήσονται⸃, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":13,"text":"⸀ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ⸀ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":14,"text":"ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":15,"text":"⸀καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":16,"text":"ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":17,"text":"Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους τετήρηται. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":18,"text":"ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως ⸀ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":19,"text":"ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ δεδούλωται. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":20,"text":"εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ⸀κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":21,"text":"κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ⸀ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":2,"verse":22,"text":"⸀συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸν βορβόρου. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":1,"text":"Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":2,"text":"μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":3,"text":"τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼ ⸀ἐσχάτων τῶν ἡμερῶν ⸂ἐν ἐμπαιγμονῇ⸃ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":4,"text":"καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":5,"text":"λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":6,"text":"⸂διʼ ὧν⸃ ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":7,"text":"οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ ⸀αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":8,"text":"Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":9,"text":"οὐ βραδύνει ⸀κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ⸀ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":10,"text":"ἥξει δὲ ⸀ἡμέρα κυρίου ὡς ⸀κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα ⸀λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεται. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":11,"text":"Τούτων ⸀οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":12,"text":"προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται· ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":13,"text":"καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":14,"text":"Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":15,"text":"καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν ⸂δοθεῖσαν αὐτῷ⸃ σοφίαν ἔγραψεν ὑμῖν, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":16,"text":"ὡς καὶ ἐν πάσαις ⸀ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν ⸀αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι ⸀στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":17,"text":"ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Pet","chapter":3,"verse":18,"text":"αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν. ","greek_name":"ΠΕΤΡΟΥ.Β"} {"book":"2Thess","chapter":1,"verse":1,"text":"Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":2,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":3,"text":"Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":4,"text":"ὥστε ⸂αὐτοὺς ἡμᾶς⸃ ἐν ὑμῖν ⸀ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":5,"text":"ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":6,"text":"εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":7,"text":"καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":8,"text":"ἐν ⸂φλογὶ πυρός⸃, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":9,"text":"οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":10,"text":"ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":11,"text":"εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":1,"verse":12,"text":"ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":1,"text":"Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":2,"text":"εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς ⸀μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ⸀κυρίου. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":3,"text":"μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸀ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":4,"text":"ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ⸀θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":5,"text":"οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":6,"text":"καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸀ἑαυτοῦ καιρῷ· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":7,"text":"τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":8,"text":"καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ⸀Ἰησοῦς ⸀ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":9,"text":"οὗ ἐστιν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":10,"text":"καὶ ἐν πάσῃ ἀπάτῃ ⸀ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":11,"text":"καὶ διὰ τοῦτο ⸀πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":12,"text":"ἵνα κριθῶσιν ⸀πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες ⸀τῇ ἀδικίᾳ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":13,"text":"Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":14,"text":"εἰς ⸀ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":15,"text":"ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":16,"text":"Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ⸀θεὸς ⸀ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":2,"verse":17,"text":"παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ ⸀στηρίξαι ἐν παντὶ ⸂ἔργῳ καὶ λόγῳ⸃ ἀγαθῷ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":1,"text":"Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":2,"text":"καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οὐ γὰρ πάντων ἡ πίστις. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":3,"text":"πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":4,"text":"πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφʼ ὑμᾶς, ὅτι ἃ ⸀παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":5,"text":"ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":6,"text":"Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν ⸀παρελάβοσαν παρʼ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":7,"text":"αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":8,"text":"οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλʼ ἐν κόπῳ καὶ μόχθῳ ⸂νυκτὸς καὶ ἡμέρας⸃ ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":9,"text":"οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλʼ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":10,"text":"καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":11,"text":"ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":12,"text":"τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ⸂ἐν κυρίῳ Ἰησοῦ Χριστῷ⸃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":13,"text":"ὑμεῖς δέ, ἀδελφοί, μὴ ⸀ἐγκακήσητε καλοποιοῦντες. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":14,"text":"Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, ⸀μὴ ⸀συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ· ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":15,"text":"καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":16,"text":"Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":17,"text":"Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Thess","chapter":3,"verse":18,"text":"ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ.Β"} {"book":"2Tim","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":2,"text":"Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":3,"text":"Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":4,"text":"ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":5,"text":"ὑπόμνησιν ⸀λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":6,"text":"διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":7,"text":"οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":8,"text":"Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":9,"text":"τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":10,"text":"φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ⸃, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":11,"text":"εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ ⸀διδάσκαλος. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":12,"text":"διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":13,"text":"ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":14,"text":"τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":15,"text":"Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":16,"text":"δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":17,"text":"ἀλλὰ γενόμενος ἐν Ῥώμῃ ⸀σπουδαίως ἐζήτησέν με καὶ εὗρεν— ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":1,"verse":18,"text":"δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ— καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":1,"text":"Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":2,"text":"καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":3,"text":"⸀συγκακοπάθησον ὡς καλὸς στρατιώτης ⸂Χριστοῦ Ἰησοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":4,"text":"οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":5,"text":"ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":6,"text":"τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":7,"text":"νόει ⸀ὃ λέγω· ⸀δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":8,"text":"Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":9,"text":"ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":10,"text":"διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":11,"text":"πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":12,"text":"εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ⸀ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":13,"text":"εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ⸀ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":14,"text":"Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ ⸀κυρίου, μὴ λογομαχεῖν, ⸀ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":15,"text":"σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":16,"text":"τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":17,"text":"καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":18,"text":"οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, ⸀λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":19,"text":"ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":20,"text":"Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":21,"text":"ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, ⸀εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":22,"text":"τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":23,"text":"τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":24,"text":"δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":25,"text":"ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε ⸀δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":2,"verse":26,"text":"καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":1,"text":"Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":2,"text":"ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":3,"text":"ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":4,"text":"προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":5,"text":"ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":6,"text":"ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ ⸀αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":7,"text":"πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":8,"text":"ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":9,"text":"ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":10,"text":"Σὺ δὲ ⸀παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":11,"text":"τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":12,"text":"καὶ πάντες δὲ οἱ θέλοντες ⸂ζῆν εὐσεβῶς⸃ ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":13,"text":"πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":14,"text":"σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ ⸀τίνων ἔμαθες, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":15,"text":"καὶ ὅτι ἀπὸ βρέφους ⸀ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":16,"text":"πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ⸀ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":3,"verse":17,"text":"ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":1,"text":"⸀Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":2,"text":"κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":3,"text":"ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας⸃ ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":4,"text":"καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":5,"text":"σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":6,"text":"Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου⸃ ἐφέστηκεν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":7,"text":"τὸν ⸂καλὸν ἀγῶνα⸃ ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":8,"text":"λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":9,"text":"Σπούδασον ἐλθεῖν πρός με ταχέως· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":10,"text":"Δημᾶς γάρ με ⸀ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":11,"text":"Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":12,"text":"Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":13,"text":"τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":14,"text":"Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":15,"text":"ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη τοῖς ἡμετέροις λόγοις. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":16,"text":"Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο, ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη— ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":17,"text":"ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":18,"text":"⸀ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":19,"text":"Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":20,"text":"Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":21,"text":"Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"2Tim","chapter":4,"verse":22,"text":"Ὁ ⸀κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθʼ ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΜΟΘΕΟΝ.Β"} {"book":"3John","chapter":1,"verse":1,"text":"Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":2,"text":"Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":3,"text":"ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":4,"text":"μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ ἀληθείᾳ περιπατοῦντα. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":5,"text":"Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο ξένους, ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":6,"text":"οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":7,"text":"ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":8,"text":"ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":9,"text":"Ἔγραψά ⸀τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":10,"text":"διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":11,"text":"Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":12,"text":"Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":13,"text":"Πολλὰ εἶχον ⸂γράψαι σοι⸃, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν· ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":14,"text":"ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν⸃, καὶ στόμα πρὸς στόμα λαλήσομεν. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"3John","chapter":1,"verse":15,"text":"Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ","greek_name":"ΙΩΑΝΝΟΥ.Γ"} {"book":"Acts","chapter":1,"verse":1,"text":"Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":2,"text":"ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":3,"text":"οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":4,"text":"καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":5,"text":"ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":6,"text":"Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":7,"text":"εἶπεν ⸀δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":8,"text":"ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":9,"text":"καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":10,"text":"καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":11,"text":"οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":12,"text":"Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":13,"text":"καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":14,"text":"οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":15,"text":"Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡς ἑκατὸν εἴκοσι)· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":16,"text":"Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":17,"text":"ὅτι κατηριθμημένος ἦν ⸀ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.— ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":18,"text":"Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":19,"text":"καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.— ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":20,"text":"γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτω ἕτερος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":21,"text":"δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":22,"text":"ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι⸃ ἕνα τούτων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":23,"text":"καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":24,"text":"καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":25,"text":"λαβεῖν τὸν ⸀τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":1,"verse":26,"text":"καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":1,"text":"Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ⸃ ἐπὶ τὸ αὐτό, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":2,"text":"καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":3,"text":"καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν⸃ ἐφʼ ἕνα ἕκαστον αὐτῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":4,"text":"καὶ ἐπλήσθησαν ⸀πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":5,"text":"Ἦσαν δὲ ⸀ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":6,"text":"γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":7,"text":"ἐξίσταντο ⸀δὲ καὶ ἐθαύμαζον ⸀λέγοντες· ⸀Οὐχ ἰδοὺ ⸀πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":8,"text":"καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":9,"text":"Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":10,"text":"Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":11,"text":"Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":12,"text":"ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει τοῦτο εἶναι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":13,"text":"ἕτεροι δὲ ⸀διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":14,"text":"Σταθεὶς δὲ ⸀ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":15,"text":"οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":16,"text":"ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":17,"text":"Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις ἐνυπνιασθήσονται· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":18,"text":"καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":19,"text":"καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":20,"text":"ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ ⸀ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":21,"text":"καὶ ἔσται πᾶς ὃς ⸀ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":22,"text":"Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ⸃ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς αὐτοὶ οἴδατε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":23,"text":"τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτον διὰ ⸀χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":24,"text":"ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":25,"text":"Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":26,"text":"διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου⸃ καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":27,"text":"ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":28,"text":"ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":29,"text":"Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":30,"text":"προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦ καθίσαι ἐπὶ ⸂τὸν θρόνον⸃ αὐτοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":31,"text":"προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη⸃ εἰς ⸀ᾅδην ⸀οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":32,"text":"τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":33,"text":"τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίου⸃ λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ ⸀ὑμεῖς βλέπετε καὶ ἀκούετε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":34,"text":"οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":35,"text":"ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":36,"text":"ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸν⸃ ⸂ἐποίησεν ὁ θεός⸃, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":37,"text":"Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν⸃, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμεν, ἄνδρες ἀδελφοί; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":38,"text":"Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν ἁμαρτιῶν ⸀ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":39,"text":"ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":40,"text":"ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":41,"text":"οἱ μὲν ⸀οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":42,"text":"ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":43,"text":"⸀Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":44,"text":"πάντες δὲ οἱ ⸀πιστεύοντες ⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ⸃ εἶχον ἅπαντα κοινά, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":45,"text":"καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":46,"text":"καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":2,"verse":47,"text":"αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ⸂ἐπὶ τὸ αὐτό⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":1,"text":"⸂Πέτρος δὲ⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":2,"text":"καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":3,"text":"ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":4,"text":"ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":5,"text":"ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":6,"text":"εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":7,"text":"καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ⸃ καὶ τὰ ⸀σφυδρά, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":8,"text":"καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":9,"text":"καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν⸃ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":10,"text":"ἐπεγίνωσκον ⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":11,"text":"Κρατοῦντος δὲ ⸀αὐτοῦ τὸν Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς⸃ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":12,"text":"ἰδὼν δὲ ⸀ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":13,"text":"ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ⸃ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν παρεδώκατε καὶ ⸀ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":14,"text":"ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":15,"text":"τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":16,"text":"καὶ ⸀ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":17,"text":"Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":18,"text":"ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶν παθεῖν τὸν χριστὸν ⸀αὐτοῦ ἐπλήρωσεν οὕτως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":19,"text":"μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":20,"text":"ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":21,"text":"ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":22,"text":"Μωϋσῆς ⸀μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":23,"text":"ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":24,"text":"καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":25,"text":"ὑμεῖς ἐστε ⸀οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς⸃ πρὸς τοὺς πατέρας ⸀ὑμῶν, λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":3,"verse":26,"text":"ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς⸃ τὸν παῖδα ⸀αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":1,"text":"Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":2,"text":"διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":3,"text":"καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":4,"text":"πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁ ἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡς χιλιάδες πέντε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":5,"text":"Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":6,"text":"(καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":7,"text":"καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":8,"text":"τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":9,"text":"εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":10,"text":"γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":11,"text":"οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶν ⸀οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":12,"text":"καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν⸃ τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":13,"text":"Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":14,"text":"τόν ⸀τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":15,"text":"κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":16,"text":"λέγοντες· Τί ⸀ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":17,"text":"ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":18,"text":"καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":19,"text":"ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":20,"text":"οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":21,"text":"οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":22,"text":"ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":23,"text":"Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":24,"text":"οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":25,"text":"ὁ ⸂τοῦ πατρὸς ἡμῶν⸃ διὰ ⸂πνεύματος ἁγίου⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":26,"text":"παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":27,"text":"συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":28,"text":"ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴ προώρισεν γενέσθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":29,"text":"καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":30,"text":"ἐν τῷ τὴν χεῖρά ⸀σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":31,"text":"καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":32,"text":"Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδία καὶ ⸀ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς ⸀πάντα κοινά. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":33,"text":"καὶ ⸂δυνάμει μεγάλῃ⸃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ⸃, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":34,"text":"οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":35,"text":"καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":36,"text":"⸀Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":4,"verse":37,"text":"ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰ τοὺς πόδας τῶν ἀποστόλων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":1,"text":"Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":2,"text":"καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":3,"text":"εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":4,"text":"οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":5,"text":"ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":6,"text":"ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":7,"text":"Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":8,"text":"ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν⸃ ⸀Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":9,"text":"ὁ δὲ ⸀Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":10,"text":"ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":11,"text":"καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":12,"text":"Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ⸃· καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":13,"text":"τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":14,"text":"μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":15,"text":"ὥστε ⸂καὶ εἰς⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ τινὶ αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":16,"text":"συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":17,"text":"Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":18,"text":"καὶ ἐπέβαλον τὰς ⸀χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":19,"text":"ἄγγελος δὲ κυρίου ⸀διὰ νυκτὸς ⸀ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":20,"text":"Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":21,"text":"ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":22,"text":"οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται⸃ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":23,"text":"λέγοντες ὅτι ⸀Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":24,"text":"ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":25,"text":"παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":26,"text":"τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ λιθασθῶσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":27,"text":"Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":28,"text":"⸀λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":29,"text":"ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":30,"text":"ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":31,"text":"τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":32,"text":"καὶ ἡμεῖς ⸀ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":33,"text":"Οἱ δὲ ⸀ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":34,"text":"ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ τοὺς ⸀ἀνθρώπους ποιῆσαι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":35,"text":"εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":36,"text":"πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη ⸂ἀνδρῶν ἀριθμὸς ὡς⸃ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":37,"text":"μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":38,"text":"καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετε αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":39,"text":"εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε καταλῦσαι ⸀αὐτούς·) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":40,"text":"καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":41,"text":"οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος⸃ ἀτιμασθῆναι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":5,"verse":42,"text":"πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":1,"text":"Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":2,"text":"προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":3,"text":"ἐπισκέψασθε ⸀δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις ⸀πνεύματος καὶ σοφίας, οὓς ⸀καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":4,"text":"ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":5,"text":"καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα ⸀πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":6,"text":"οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":7,"text":"Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":8,"text":"Στέφανος δὲ πλήρης ⸀χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":9,"text":"ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":10,"text":"καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":11,"text":"τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":12,"text":"συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":13,"text":"ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ⸂λαλῶν ῥήματα⸃ κατὰ τοῦ τόπου τοῦ ⸀ἁγίου καὶ τοῦ νόμου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":14,"text":"ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":6,"verse":15,"text":"καὶ ἀτενίσαντες εἰς αὐτὸν ⸀πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":1,"text":"Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰ ταῦτα οὕτως ἔχει; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":2,"text":"ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":3,"text":"καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν γῆν ἣν ἄν σοι δείξω. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":4,"text":"τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":5,"text":"καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":6,"text":"ἐλάλησεν ⸀δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":7,"text":"καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν ⸀δουλεύσουσιν κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν⸃, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":8,"text":"καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":9,"text":"Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":10,"text":"καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":11,"text":"ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":12,"text":"ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":13,"text":"καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος Ἰωσήφ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":14,"text":"ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ⸃ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":15,"text":"⸂καὶ κατέβη⸃ Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":16,"text":"καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν Συχέμ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":17,"text":"Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":18,"text":"ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον⸃, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":19,"text":"οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα⸃ αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":20,"text":"ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":21,"text":"⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν⸃ ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":22,"text":"καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":23,"text":"Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":24,"text":"καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":25,"text":"ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς⸃, οἱ δὲ οὐ συνῆκαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":26,"text":"τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":27,"text":"ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":28,"text":"μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς τὸν Αἰγύπτιον; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":29,"text":"ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":30,"text":"Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":31,"text":"ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":32,"text":"Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ Ἰσαὰκ ⸁καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":33,"text":"εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":34,"text":"ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω σε εἰς Αἴγυπτον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":35,"text":"Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":36,"text":"οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":37,"text":"οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":38,"text":"οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια ζῶντα δοῦναι ⸀ἡμῖν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":39,"text":"ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις⸃ αὐτῶν εἰς Αἴγυπτον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":40,"text":"εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":41,"text":"καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":42,"text":"ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":43,"text":"καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ ⸀Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":44,"text":"Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":45,"text":"ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":46,"text":"ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷ Ἰακώβ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":47,"text":"Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":48,"text":"ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":49,"text":"Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":50,"text":"οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":51,"text":"Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":52,"text":"τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":53,"text":"οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":54,"text":"Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":55,"text":"ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":56,"text":"καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":57,"text":"κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":58,"text":"καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":59,"text":"καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":7,"verse":60,"text":"θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν⸃· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":1,"text":"Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":2,"text":"συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ⸀ἐποίησαν κοπετὸν μέγαν ἐπʼ αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":3,"text":"Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":4,"text":"Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":5,"text":"Φίλιππος δὲ κατελθὼν εἰς ⸀τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":6,"text":"προσεῖχον ⸀δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":7,"text":"⸀πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ⸀ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":8,"text":"⸂ἐγένετο δὲ⸃ ⸂πολλὴ χαρὰ⸃ ἐν τῇ πόλει ἐκείνῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":9,"text":"Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ⸀ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":10,"text":"ᾧ προσεῖχον ⸀πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ ⸀καλουμένη Μεγάλη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":11,"text":"προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":12,"text":"ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ ⸀περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":13,"text":"ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε ⸂σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας⸃ ἐξίστατο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":14,"text":"Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς ⸀αὐτοὺς Πέτρον καὶ Ἰωάννην, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":15,"text":"οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":16,"text":"⸀οὐδέπω γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ⸀κυρίου Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":17,"text":"τότε ⸀ἐπετίθεσαν τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":18,"text":"⸀ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ ⸀πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":19,"text":"λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":20,"text":"Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":21,"text":"οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ⸀ἔναντι τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":22,"text":"μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ ⸀κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":23,"text":"εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":24,"text":"ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":25,"text":"Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ⸀ὑπέστρεφον εἰς ⸀Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν ⸀εὐηγγελίζοντο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":26,"text":"Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":27,"text":"καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης ⸀Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":28,"text":"ἦν ⸀τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":29,"text":"εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":30,"text":"προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ⸂Ἠσαΐαν τὸν προφήτην⸃ καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":31,"text":"ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ⸀ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":32,"text":"ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":33,"text":"ἐν τῇ ⸀ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· ⸀τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":34,"text":"ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει ⸀τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":35,"text":"ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":36,"text":"ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με ⸀βαπτισθῆναι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":38,"text":"καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":39,"text":"ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":8,"verse":40,"text":"Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":1,"text":"Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":2,"text":"ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":3,"text":"ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν⸃ φῶς ⸀ἐκ τοῦ οὐρανοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":4,"text":"καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":5,"text":"εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":6,"text":"ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί⸃ σε δεῖ ποιεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":7,"text":"οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":8,"text":"ἠγέρθη δὲ ⸀Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":9,"text":"καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":10,"text":"Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος⸃· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":11,"text":"ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":12,"text":"καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":13,"text":"ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν⸃ ἐν Ἰερουσαλήμ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":14,"text":"καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":15,"text":"εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν ⸀τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":16,"text":"ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":17,"text":"ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":18,"text":"καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν⸃ ⸀ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":19,"text":"καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν. Ἐγένετο ⸀δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":20,"text":"καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":21,"text":"ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":22,"text":"Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν ⸀τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":23,"text":"Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":24,"text":"ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":25,"text":"λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ⸃ νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν⸃ χαλάσαντες ἐν σπυρίδι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":26,"text":"Παραγενόμενος δὲ ⸀εἰς Ἰερουσαλὴμ ⸀ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":27,"text":"Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":28,"text":"καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος⸃ εἰς ⸀Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":29,"text":"ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":30,"text":"ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":31,"text":"⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":32,"text":"Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":33,"text":"εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου, ὃς ἦν παραλελυμένος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":34,"text":"καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":35,"text":"καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":36,"text":"Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":37,"text":"ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν⸃ ἐν ὑπερῴῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":38,"text":"ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς διελθεῖν ἕως ⸀ἡμῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":39,"text":"ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":40,"text":"ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":41,"text":"δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":42,"text":"γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆς Ἰόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ⸃ ἐπὶ τὸν κύριον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":9,"verse":43,"text":"ἐγένετο ⸀δὲ ἡμέρας ἱκανὰς ⸀μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":1,"text":"Ἀνὴρ δέ ⸀τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":2,"text":"εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ⸀ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":3,"text":"εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ⸀περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":4,"text":"ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸀ἔμπροσθεν τοῦ θεοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":5,"text":"καὶ νῦν πέμψον ⸂ἄνδρας εἰς Ἰόππην⸃ καὶ μετάπεμψαι Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖται Πέτρος⸃· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":6,"text":"οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":7,"text":"ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ⸀αὐτῷ, φωνήσας δύο τῶν ⸀οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":8,"text":"καὶ ἐξηγησάμενος ⸂ἅπαντα αὐτοῖς⸃ ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":9,"text":"Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":10,"text":"ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ⸀αὐτῶν ⸀ἐγένετο ἐπʼ αὐτὸν ἔκστασις, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":11,"text":"καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ ⸀καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ⸀ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":12,"text":"ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα ⸂καὶ ἑρπετὰ τῆς γῆς καὶ⸃ πετεινὰ τοῦ οὐρανοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":13,"text":"καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":14,"text":"ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ ἀκάθαρτον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":15,"text":"καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":16,"text":"τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸀εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":17,"text":"Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸀ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸀ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":18,"text":"καὶ φωνήσαντες ⸀ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":19,"text":"τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν ⸂αὐτῷ τὸ πνεῦμα⸃· Ἰδοὺ ⸀ἄνδρες ⸀ζητοῦντές σε· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":20,"text":"ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ⸀ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":21,"text":"καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":22,"text":"οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":23,"text":"εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ⸀ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":24,"text":"⸂τῇ δὲ⸃ ἐπαύριον ⸀εἰσῆλθεν εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":25,"text":"ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":26,"text":"ὁ δὲ Πέτρος ⸂ἤγειρεν αὐτὸν⸃ λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":27,"text":"καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":28,"text":"ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":29,"text":"διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":30,"text":"Καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ⸀ἤμην τὴν ⸀ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":31,"text":"καὶ φησί· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":32,"text":"πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ ⸀θάλασσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":33,"text":"ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ⸀κυρίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":34,"text":"Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":35,"text":"ἀλλʼ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":36,"text":"τὸν λόγον ⸀ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":37,"text":"ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":38,"text":"Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετʼ αὐτοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":39,"text":"καὶ ⸀ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων ⸀καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":40,"text":"τοῦτον ὁ θεὸς ἤγειρεν ⸀τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":41,"text":"οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":42,"text":"καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι ⸀οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":43,"text":"τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":44,"text":"Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":45,"text":"καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":46,"text":"ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη Πέτρος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":47,"text":"Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί⸃ τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς καὶ ἡμεῖς; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":10,"verse":48,"text":"προσέταξεν ⸀δὲ αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι⸃. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":1,"text":"Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":2,"text":"⸂ὅτε δὲ⸃ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":3,"text":"λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες⸃ αὐτοῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":4,"text":"ἀρξάμενος ⸀δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":5,"text":"Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":6,"text":"εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":7,"text":"ἤκουσα δὲ ⸀καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":8,"text":"εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":9,"text":"ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου⸃ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":10,"text":"τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν⸃ ἅπαντα εἰς τὸν οὐρανόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":11,"text":"καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":12,"text":"εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":13,"text":"ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":14,"text":"ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":15,"text":"ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":16,"text":"ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":17,"text":"εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":18,"text":"ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":19,"text":"Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":20,"text":"ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ πρὸς τοὺς ⸀Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":21,"text":"καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":22,"text":"ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης ἐν ⸀Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν ἕως Ἀντιοχείας· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":23,"text":"ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν τῷ κυρίῳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":24,"text":"ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":25,"text":"ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν ἀναζητῆσαι Σαῦλον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":26,"text":"καὶ εὑρὼν ⸀ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":27,"text":"Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":28,"text":"ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις ἐγένετο ἐπὶ ⸀Κλαυδίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":29,"text":"τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":11,"verse":30,"text":"ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":1,"text":"Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":2,"text":"ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":3,"text":"⸂ἰδὼν δὲ⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν ⸀δὲ ἡμέραι τῶν ἀζύμων), ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":4,"text":"ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":5,"text":"ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ⸀ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸀περὶ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":6,"text":"Ὅτε δὲ ἤμελλεν ⸂προαγαγεῖν αὐτὸν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":7,"text":"καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":8,"text":"εἶπεν ⸀δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":9,"text":"καὶ ἐξελθὼν ⸀ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":10,"text":"διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":11,"text":"καὶ ὁ Πέτρος ⸂ἐν ἑαυτῷ γενόμενος⸃ εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ⸀ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":12,"text":"Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸀τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":13,"text":"κρούσαντος δὲ ⸀αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":14,"text":"καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":15,"text":"οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· Ὁ ἄγγελός ⸂ἐστιν αὐτοῦ⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":16,"text":"ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":17,"text":"κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν ⸀τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":18,"text":"Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":19,"text":"Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας ⸀εἰς Καισάρειαν διέτριβεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":20,"text":"Ἦν ⸀δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":21,"text":"τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ⸀καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":22,"text":"ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":23,"text":"παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθʼ ὧν οὐκ ἔδωκεν ⸀τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":24,"text":"Ὁ δὲ λόγος τοῦ ⸀θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":12,"verse":25,"text":"Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":1,"text":"Ἦσαν ⸀δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":2,"text":"λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":3,"text":"τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":4,"text":"⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθον ⸀εἰς Σελεύκειαν, ἐκεῖθέν ⸀τε ἀπέπλευσαν ⸁εἰς Κύπρον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":5,"text":"καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":6,"text":"διελθόντες δὲ ⸀ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":7,"text":"ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":8,"text":"ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":9,"text":"Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου ἀτενίσας εἰς αὐτὸν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":10,"text":"εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":11,"text":"καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ ⸀ἔπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":12,"text":"τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":13,"text":"Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":14,"text":"αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν⸃, καὶ ⸀εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":15,"text":"μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστιν ⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":16,"text":"ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":17,"text":"ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":18,"text":"καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":19,"text":"⸀καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν τὴν γῆν αὐτῶν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":20,"text":"⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":21,"text":"κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":22,"text":"καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":23,"text":"τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":24,"text":"προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":25,"text":"ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":26,"text":"Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":27,"text":"οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":28,"text":"καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":29,"text":"ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":30,"text":"ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":31,"text":"ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":32,"text":"καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":33,"text":"ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":34,"text":"ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":35,"text":"⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":36,"text":"Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":37,"text":"ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":38,"text":"γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":39,"text":"ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":40,"text":"βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":41,"text":"Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":42,"text":"Ἐξιόντων δὲ ⸀αὐτῶν ⸀παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":43,"text":"λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς ἔπειθον αὐτοὺς ⸀προσμένειν τῇ χάριτι τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":44,"text":"Τῷ ⸀δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":45,"text":"ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοις ⸀βλασφημοῦντες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":46,"text":"παρρησιασάμενοί ⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":47,"text":"οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":48,"text":"ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":49,"text":"διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":50,"text":"οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":51,"text":"οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":13,"verse":52,"text":"οἵ ⸀τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":1,"text":"Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":2,"text":"οἱ δὲ ⸀ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":3,"text":"ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":4,"text":"ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":5,"text":"ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":6,"text":"συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":7,"text":"κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":8,"text":"Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις⸃ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ, ὃς οὐδέποτε ⸀περιεπάτησεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":9,"text":"οὗτος ⸀ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν⸃ τοῦ σωθῆναι ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":10,"text":"εἶπεν ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός· καὶ ⸀ἥλατο καὶ περιεπάτει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":11,"text":"οἵ ⸀τε ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":12,"text":"ἐκάλουν τε ⸀τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":13,"text":"ὅ ⸀τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":14,"text":"ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν ⸀ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":15,"text":"καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":16,"text":"ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":17,"text":"⸀καίτοι οὐκ ἀμάρτυρον ⸀αὑτὸν ἀφῆκεν ⸀ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":18,"text":"καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":19,"text":"Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες αὐτὸν τεθνηκέναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":20,"text":"κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν⸃ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":21,"text":"Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς Ἰκόνιον καὶ ⸁εἰς Ἀντιόχειαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":22,"text":"ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":23,"text":"χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους⸃ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":24,"text":"καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":25,"text":"καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":26,"text":"κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":27,"text":"παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":14,"verse":28,"text":"διέτριβον ⸀δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":1,"text":"Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε τῷ ἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":2,"text":"γενομένης ⸀δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":3,"text":"οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":4,"text":"παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα ⸀παρεδέχθησαν ⸀ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετʼ αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":5,"text":"ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":6,"text":"Συνήχθησάν ⸀τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":7,"text":"πολλῆς δὲ ⸀ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":8,"text":"καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":9,"text":"καὶ ⸀οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":10,"text":"νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":11,"text":"ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":12,"text":"Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":13,"text":"μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":14,"text":"Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν τῷ ὀνόματι αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":15,"text":"καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":16,"text":"Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":17,"text":"ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγει ⸀κύριος ποιῶν ⸀ταῦτα ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":18,"text":"γνωστὰ ἀπʼ ⸀αἰῶνος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":19,"text":"διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":20,"text":"ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦ πνικτοῦ καὶ τοῦ αἵματος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":21,"text":"Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":22,"text":"Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":23,"text":"γράψαντες διὰ χειρὸς ⸀αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":24,"text":"ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν οἷς οὐ διεστειλάμεθα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":25,"text":"ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":26,"text":"ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":27,"text":"ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":28,"text":"ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":29,"text":"ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":30,"text":"Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":31,"text":"ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":32,"text":"Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":33,"text":"ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":35,"text":"Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":36,"text":"Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":37,"text":"Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":38,"text":"Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν τοῦτον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":39,"text":"ἐγένετο ⸀δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":40,"text":"Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου ὑπὸ τῶν ἀδελφῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":15,"verse":41,"text":"διήρχετο δὲ τὴν Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":1,"text":"Κατήντησεν δὲ ⸀καὶ εἰς Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":2,"text":"ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":3,"text":"τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":4,"text":"ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":5,"text":"αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":6,"text":"⸀Διῆλθον δὲ τὴν Φρυγίαν ⸀καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":7,"text":"ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":8,"text":"παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":9,"text":"καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":10,"text":"ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":11,"text":"Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":12,"text":"⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":13,"text":"τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":14,"text":"καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":15,"text":"ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":16,"text":"Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":17,"text":"αὕτη ⸀κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν ὁδὸν σωτηρίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":18,"text":"τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":19,"text":"Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":20,"text":"καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":21,"text":"καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":22,"text":"καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":23,"text":"πολλάς ⸀τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":24,"text":"ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν⸃ εἰς τὸ ξύλον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":25,"text":"Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":26,"text":"ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":27,"text":"ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":28,"text":"ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":29,"text":"αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":30,"text":"καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":31,"text":"οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":32,"text":"καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":33,"text":"καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":34,"text":"ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":35,"text":"Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":36,"text":"ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":37,"text":"ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":38,"text":"⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":39,"text":"καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":16,"verse":40,"text":"ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":1,"text":"Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ ⸀τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ⸀ἦν συναγωγὴ τῶν Ἰουδαίων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":2,"text":"κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":3,"text":"διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ⸂ὁ χριστός, ὁ⸃ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":4,"text":"καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων ⸂πλῆθος πολὺ⸃ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":5,"text":"⸂ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι⸃ τῶν ἀγοραίων ⸂ἄνδρας τινὰς⸃ πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες⸃ τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖν εἰς τὸν δῆμον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":6,"text":"μὴ εὑρόντες δὲ αὐτοὺς ⸀ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":7,"text":"οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ⸂ἕτερον λέγοντες⸃ εἶναι Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":8,"text":"ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":9,"text":"καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":10,"text":"Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν⸃· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":11,"text":"οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":12,"text":"πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":13,"text":"ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες ⸂καὶ ταράσσοντες⸃ τοὺς ὄχλους. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":14,"text":"εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ⸀ἕως ἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε⸃ ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":15,"text":"οἱ δὲ ⸀καθιστάνοντες τὸν Παῦλον ⸀ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ ⸀τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":16,"text":"Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":17,"text":"διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":18,"text":"τινὲς δὲ καὶ τῶν Ἐπικουρείων ⸀καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":19,"text":"ἐπιλαβόμενοί ⸀τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":20,"text":"ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι ⸂τίνα θέλει⸃ ταῦτα εἶναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":21,"text":"Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ⸀ἢ ἀκούειν ⸀τι καινότερον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":22,"text":"Σταθεὶς ⸀δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":23,"text":"διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":24,"text":"ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος⸃ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":25,"text":"οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ⸃ πάντα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":26,"text":"ἐποίησέν τε ἐξ ⸀ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου⸃ τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":27,"text":"ζητεῖν τὸν ⸀θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":28,"text":"ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":29,"text":"γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":30,"text":"τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει τοῖς ἀνθρώποις ⸀πάντας πανταχοῦ μετανοεῖν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":31,"text":"⸀καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":32,"text":"Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":33,"text":"⸀οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":17,"verse":34,"text":"τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":1,"text":"⸀Μετὰ ταῦτα ⸀χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":2,"text":"καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":3,"text":"καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":4,"text":"διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":5,"text":"Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι τὸν χριστὸν Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":6,"text":"ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":7,"text":"καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":8,"text":"Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":9,"text":"εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":10,"text":"διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":11,"text":"ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":12,"text":"Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":13,"text":"λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":14,"text":"μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":15,"text":"εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":16,"text":"καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":17,"text":"ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":18,"text":"Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν⸃, εἶχεν γὰρ εὐχήν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":19,"text":"⸀κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο τοῖς Ἰουδαίοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":20,"text":"ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι οὐκ ἐπένευσεν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":21,"text":"⸂ἀλλὰ ἀποταξάμενος καὶ⸃ ⸀εἰπών· ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":22,"text":"καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":23,"text":"καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων πάντας τοὺς μαθητάς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":24,"text":"Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":25,"text":"οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":26,"text":"οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":27,"text":"βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":18,"verse":28,"text":"εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":1,"text":"Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖν εἰς Ἔφεσον καὶ ⸀εὑρεῖν τινας μαθητάς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":2,"text":"εἶπέν ⸀τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲ πρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":3,"text":"εἶπέν ⸀τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":4,"text":"εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":5,"text":"ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":6,"text":"καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":7,"text":"ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":8,"text":"Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":9,"text":"ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":10,"text":"τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":11,"text":"Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει⸃ διὰ τῶν χειρῶν Παύλου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":12,"text":"ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":13,"text":"ἐπεχείρησαν δέ τινες ⸀καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν Παῦλος κηρύσσει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":14,"text":"ἦσαν δέ ⸀τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ τοῦτο ποιοῦντες. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":15,"text":"ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς· ⸀Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":16,"text":"καὶ ⸀ἐφαλόμενος ⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς⸃ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων⸃ ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":17,"text":"τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":18,"text":"πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":19,"text":"ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":20,"text":"οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος⸃ ηὔξανεν καὶ ἴσχυεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":21,"text":"Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":22,"text":"ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":23,"text":"Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":24,"text":"Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":25,"text":"οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖν ἐστιν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":26,"text":"καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":27,"text":"οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν⸃ εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τε καὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος⸃ αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":28,"text":"Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":29,"text":"καὶ ἐπλήσθη ἡ ⸀πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":30,"text":"⸂Παύλου δὲ⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":31,"text":"τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":32,"text":"ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":33,"text":"ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":34,"text":"ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":35,"text":"καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον⸃ φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":36,"text":"ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":37,"text":"ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":38,"text":"εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":39,"text":"εἰ δέ τι ⸀περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":19,"verse":40,"text":"καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναι λόγον ⸀περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":1,"text":"Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι ⸀εἰς Μακεδονίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":2,"text":"διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":3,"text":"ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ⸃ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":4,"text":"συνείπετο δὲ ⸀αὐτῷ Σώπατρος ⸀Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":5,"text":"οὗτοι ⸀δὲ ⸀προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":6,"text":"ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗ διετρίψαμεν ἡμέρας ἑπτά. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":7,"text":"Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":8,"text":"ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":9,"text":"⸀καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":10,"text":"καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":11,"text":"ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":12,"text":"ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":13,"text":"Ἡμεῖς δὲ ⸀προελθόντες ⸀ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν⸃ μέλλων αὐτὸς πεζεύειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":14,"text":"ὡς δὲ ⸀συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":15,"text":"κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον, τῇ ⸀δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":16,"text":"⸀κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":17,"text":"Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":18,"text":"ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":19,"text":"δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":20,"text":"ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":21,"text":"διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς θεὸν μετάνοιαν καὶ ⸀πίστιν εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":22,"text":"καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ⸃ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι μὴ εἰδώς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":23,"text":"πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με⸃ μένουσιν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":24,"text":"ἀλλʼ οὐδενὸς ⸀λόγου ⸀ποιοῦμαι τὴν ⸀ψυχὴν τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι τὸν δρόμον ⸀μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":25,"text":"Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":26,"text":"⸀διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι ἀπὸ τοῦ αἵματος πάντων, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":27,"text":"οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":28,"text":"⸀προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":29,"text":"ἐγὼ ⸀οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":30,"text":"καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":31,"text":"διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":32,"text":"καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς τῷ ⸀θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι καὶ δοῦναι ⸀τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":33,"text":"ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":34,"text":"αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":35,"text":"πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":36,"text":"Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":37,"text":"ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο⸃ πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":20,"verse":38,"text":"ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":1,"text":"Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":2,"text":"καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":3,"text":"⸀ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν⸃ ἀποφορτιζόμενον τὸν γόμον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":4,"text":"⸂ἀνευρόντες δὲ τοὺς⸃ μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν εἰς ⸀Ἱεροσόλυμα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":5,"text":"ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς⸃ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":6,"text":"⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":7,"text":"Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":8,"text":"τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":9,"text":"τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι⸃ προφητεύουσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":10,"text":"ἐπιμενόντων ⸀δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":11,"text":"καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":12,"text":"ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":13,"text":"⸂τότε ἀπεκρίθη⸃ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":14,"text":"μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα⸃ ⸀γινέσθω. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":15,"text":"Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":16,"text":"συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":17,"text":"Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":18,"text":"τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":19,"text":"καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":20,"text":"οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν, ⸂εἶπόν τε⸃ αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις⸃ τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":21,"text":"κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":22,"text":"τί οὖν ἐστιν; πάντως ⸀ἀκούσονται ὅτι ἐλήλυθας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":23,"text":"τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸀ἀφʼ ἑαυτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":24,"text":"τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ⸀ξυρήσονται τὴν κεφαλήν, καὶ ⸀γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸂φυλάσσων τὸν νόμον⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":25,"text":"περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸀ἀπεστείλαμεν ⸀κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον ⸀καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":26,"text":"τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":27,"text":"Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ⸂ἐπʼ αὐτὸν τὰς χεῖρας⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":28,"text":"κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας ⸀πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":29,"text":"ἦσαν γὰρ ⸀προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":30,"text":"ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":31,"text":"ζητούντων ⸀τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη ⸀συγχύννεται Ἰερουσαλήμ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":32,"text":"ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":33,"text":"⸂τότε ἐγγίσας⸃ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο ⸀τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":34,"text":"ἄλλοι δὲ ἄλλο τι ⸀ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ ⸂δυναμένου δὲ αὐτοῦ⸃ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":35,"text":"ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":36,"text":"ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸀κράζοντες· Αἶρε αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":37,"text":"Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν ⸀τι πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":38,"text":"οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":39,"text":"εἶπεν δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":21,"verse":40,"text":"ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης ⸀προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":1,"text":"Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":2,"text":"Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":3,"text":"⸀Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":4,"text":"ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":5,"text":"ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":6,"text":"Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":7,"text":"ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":8,"text":"ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":9,"text":"οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":10,"text":"εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":11,"text":"ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":12,"text":"Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":13,"text":"ἐλθὼν πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":14,"text":"ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":15,"text":"ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":16,"text":"καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":17,"text":"Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":18,"text":"καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σου μαρτυρίαν περὶ ἐμοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":19,"text":"κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":20,"text":"καὶ ὅτε ⸀ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":21,"text":"καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":22,"text":"Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":23,"text":"⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":24,"text":"ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν⸃ εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":25,"text":"ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":26,"text":"ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν⸃ λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":27,"text":"προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":28,"text":"ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":29,"text":"εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν⸃ δεδεκώς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":22,"verse":30,"text":"Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν, καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":1,"text":"ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":2,"text":"ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":3,"text":"τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":4,"text":"οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":5,"text":"ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":6,"text":"Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":7,"text":"τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":8,"text":"Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":9,"text":"ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος— ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":10,"text":"πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":11,"text":"Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":12,"text":"Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι⸃ ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":13,"text":"ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":14,"text":"οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":15,"text":"νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως ⸂καταγάγῃ αὐτὸν εἰς⸃ ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":16,"text":"Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":17,"text":"προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι⸃ αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":18,"text":"ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":19,"text":"ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":20,"text":"εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον⸃ ὡς ⸀μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":21,"text":"σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι⸃ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":22,"text":"ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":23,"text":"Καὶ προσκαλεσάμενός ⸂τινας δύο⸃ τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":24,"text":"κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":25,"text":"γράψας ἐπιστολὴν ⸀ἔχουσαν τὸν τύπον τοῦτον· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":26,"text":"Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":27,"text":"τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":28,"text":"βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":29,"text":"ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":30,"text":"μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":31,"text":"Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":32,"text":"τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":33,"text":"οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":34,"text":"ἀναγνοὺς ⸀δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":23,"verse":35,"text":"Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας ἐν τῷ πραιτωρίῳ ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":1,"text":"Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν⸃ καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":2,"text":"κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":3,"text":"πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":4,"text":"ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":5,"text":"εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":6,"text":"ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":8,"text":"παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":9,"text":"συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":10,"text":"Ἀπεκρίθη ⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":11,"text":"δυναμένου σου ⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς Ἰερουσαλήμ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":12,"text":"καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":13,"text":"⸀οὐδὲ ⸀παραστῆσαι δύνανταί ⸀σοι περὶ ὧν ⸀νυνὶ κατηγοροῦσίν μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":14,"text":"ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":15,"text":"ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":16,"text":"ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":17,"text":"διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":18,"text":"ἐν ⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":19,"text":"τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":20,"text":"ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":21,"text":"ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς⸃ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ ὑμῶν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":22,"text":"⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ⸃, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":23,"text":"⸀διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":24,"text":"Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν πίστεως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":25,"text":"διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":26,"text":"ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":24,"verse":27,"text":"Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":1,"text":"Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":2,"text":"ἐνεφάνισάν ⸀τε αὐτῷ ⸂οἱ ἀρχιερεῖς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":3,"text":"αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":4,"text":"ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν⸃, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":5,"text":"Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":6,"text":"Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ⸃ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":7,"text":"παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":8,"text":"⸂τοῦ Παύλου ἀπολογουμένου⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":9,"text":"ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις⸃ χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι ἐπʼ ἐμοῦ; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":10,"text":"εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸃ εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":11,"text":"εἰ μὲν ⸀οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":12,"text":"τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":13,"text":"Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":14,"text":"ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":15,"text":"περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":16,"text":"πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":17,"text":"συνελθόντων ⸀οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":18,"text":"περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερον ὧν ⸂ἐγὼ ὑπενόουν⸃ ⸀πονηρῶν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":19,"text":"ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":20,"text":"ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":21,"text":"τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":22,"text":"Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":23,"text":"Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":24,"text":"καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντες μὴ δεῖν ⸂αὐτὸν ζῆν⸃ μηκέτι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":25,"text":"ἐγὼ δὲ ⸀κατελαβόμην μηδὲν ἄξιον ⸂αὐτὸν θανάτου⸃ πεπραχέναι, ⸀αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":26,"text":"περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":25,"verse":27,"text":"ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":1,"text":"Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο⸃· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":2,"text":"Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι⸃, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":3,"text":"μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν τε καὶ ζητημάτων· διὸ ⸀δέομαι μακροθύμως ἀκοῦσαί μου. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":4,"text":"Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":5,"text":"προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":6,"text":"καὶ νῦν ἐπʼ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":7,"text":"εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":8,"text":"τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":9,"text":"Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":10,"text":"ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":11,"text":"καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":12,"text":"Ἐν ⸀οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς τῶν ἀρχιερέων ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":13,"text":"ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":14,"text":"πάντων ⸀τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν πρός ⸀με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":15,"text":"ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":16,"text":"ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με ὧν τε ὀφθήσομαί σοι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":17,"text":"ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε⸃ ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":18,"text":"ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":19,"text":"Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":20,"text":"ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τε καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":21,"text":"ἕνεκα τούτων ⸂με Ἰουδαῖοι⸃ ⸀συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":22,"text":"ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":23,"text":"εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τε λαῷ καὶ τοῖς ἔθνεσιν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":24,"text":"Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":25,"text":"ὁ δὲ ⸀Παῦλος· Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":26,"text":"ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸν τούτων οὐ πείθομαι ⸀οὐθέν, οὐ γάρ ⸀ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":27,"text":"πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":28,"text":"ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":29,"text":"ὁ δὲ ⸀Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":30,"text":"⸀Ἀνέστη ⸀τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":31,"text":"καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον⸃ ⸀τι πράσσει ὁ ἄνθρωπος οὗτος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":26,"verse":32,"text":"Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":1,"text":"Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":2,"text":"ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ ⸀μέλλοντι πλεῖν ⸀εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":3,"text":"τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους ⸀πορευθέντι ἐπιμελείας τυχεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":4,"text":"κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":5,"text":"τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":6,"text":"κἀκεῖ εὑρὼν ὁ ⸀ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":7,"text":"ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":8,"text":"μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς ⸂ἦν πόλις⸃ ⸀Λασαία. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":9,"text":"Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":10,"text":"λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":11,"text":"ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ⸂μᾶλλον ἐπείθετο⸃ ἢ τοῖς ⸀ὑπὸ Παύλου λεγομένοις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":12,"text":"ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ⸀ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":13,"text":"Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":14,"text":"μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος ⸀Εὐρακύλων· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":15,"text":"συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":16,"text":"νησίον δέ τι ὑποδραμόντες καλούμενον ⸀Καῦδα ⸂ἰσχύσαμεν μόλις⸃ περικρατεῖς γενέσθαι τῆς σκάφης, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":17,"text":"ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":18,"text":"σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":19,"text":"καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ⸀ἔρριψαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":20,"text":"μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ⸂ἐλπὶς πᾶσα⸃ τοῦ σῴζεσθαι ἡμᾶς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":21,"text":"Πολλῆς ⸀τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":22,"text":"καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":23,"text":"παρέστη γάρ μοι ταύτῃ τῇ ⸀νυκτὶ τοῦ θεοῦ, οὗ ⸀εἰμι, ᾧ καὶ λατρεύω, ⸀ἄγγελος ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":24,"text":"λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":25,"text":"διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":26,"text":"εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":27,"text":"Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":28,"text":"καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":29,"text":"φοβούμενοί τε ⸂μή που κατὰ⸃ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":30,"text":"τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ⸂ἀγκύρας μελλόντων⸃ ἐκτείνειν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":31,"text":"εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":32,"text":"τότε ⸂ἀπέκοψαν οἱ στρατιῶται⸃ τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":33,"text":"Ἄχρι δὲ οὗ ⸂ἡμέρα ἤμελλεν⸃ γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":34,"text":"διὸ παρακαλῶ ὑμᾶς ⸀μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸀ἀπὸ τῆς κεφαλῆς ⸀ἀπολεῖται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":35,"text":"⸀εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":36,"text":"εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":37,"text":"ἤμεθα δὲ ⸂αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ⸃ ⸀διακόσιαι ἑβδομήκοντα ἕξ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":38,"text":"κορεσθέντες ⸀δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":39,"text":"Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ⸀ἐβουλεύοντο εἰ ⸀δύναιντο ⸀ἐξῶσαι τὸ πλοῖον. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":40,"text":"καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":41,"text":"περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ⸀ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς ⸀βίας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":42,"text":"τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":43,"text":"ὁ δὲ ⸀ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":27,"verse":44,"text":"καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":1,"text":"Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμεν ὅτι ⸀Μελίτη ἡ νῆσος καλεῖται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":2,"text":"οἵ ⸀τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":3,"text":"συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸ τῆς θέρμης ⸀ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":4,"text":"ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον⸃· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":5,"text":"ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":6,"text":"οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι ἔλεγον ⸂αὐτὸν εἶναι θεόν⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":7,"text":"Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας⸃ φιλοφρόνως ἐξένισεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":8,"text":"ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":9,"text":"τούτου ⸀δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας⸃ προσήρχοντο καὶ ἐθεραπεύοντο, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":10,"text":"οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας⸃. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":11,"text":"Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":12,"text":"καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":13,"text":"ὅθεν ⸀περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":14,"text":"οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρʼ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":15,"text":"κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":16,"text":"Ὅτε δὲ ⸀εἰσήλθομεν εἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ⸃ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":17,"text":"Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":18,"text":"οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":19,"text":"ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":20,"text":"διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":21,"text":"οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":22,"text":"ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν⸃ ὅτι πανταχοῦ ἀντιλέγεται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":23,"text":"Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":24,"text":"καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":25,"text":"ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":26,"text":"⸀λέγων· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":27,"text":"ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":28,"text":"γνωστὸν οὖν ⸂ἔστω ὑμῖν⸃ ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":30,"text":"⸀Ἐνέμεινεν ⸀δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Acts","chapter":28,"verse":31,"text":"κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως. ","greek_name":"ΠΡΑΞΕΙΣ.ΑΠΟΣΤΟΛΩΝ"} {"book":"Col","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":2,"text":"τοῖς ἐν ⸀Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":3,"text":"Εὐχαριστοῦμεν τῷ ⸀θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀περὶ ὑμῶν προσευχόμενοι, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":4,"text":"ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε⸃ εἰς πάντας τοὺς ἁγίους ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":5,"text":"διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":6,"text":"τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ ⸀κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":7,"text":"⸀καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ⸀ἡμῶν διάκονος τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":8,"text":"ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":9,"text":"Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":10,"text":"⸀περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ⸂τῇ ἐπιγνώσει⸃ τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":11,"text":"ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":12,"text":"εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ⸀ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":13,"text":"ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":14,"text":"ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":15,"text":"ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":16,"text":"ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ ⸀πάντα ἐν τοῖς οὐρανοῖς ⸀καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":17,"text":"καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":18,"text":"καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ⸀ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":19,"text":"ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":20,"text":"καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, ⸂[διʼ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ἐν τοῖς οὐρανοῖς· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":21,"text":"καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς— ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":22,"text":"νυνὶ δὲ ⸀ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":23,"text":"εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν ⸀πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":24,"text":"Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":25,"text":"ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":26,"text":"τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— ⸀νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":27,"text":"οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ⸀ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":28,"text":"ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν ⸀Χριστῷ· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":1,"verse":29,"text":"εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":1,"text":"Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ⸀ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":2,"text":"ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, ⸀συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς ⸂πᾶν πλοῦτος⸃ τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ ⸀θεοῦ, Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":3,"text":"ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας ⸀καὶ γνώσεως ἀπόκρυφοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":4,"text":"⸀τοῦτο λέγω ἵνα ⸀μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":5,"text":"εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":6,"text":"Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":7,"text":"ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, ⸀περισσεύοντες ἐν εὐχαριστίᾳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":8,"text":"Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":9,"text":"ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":10,"text":"καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":11,"text":"ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ ⸀σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":12,"text":"συνταφέντες αὐτῷ ἐν τῷ ⸀βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ⸀ἐκ νεκρῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":13,"text":"καὶ ὑμᾶς νεκροὺς ὄντας ⸀ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":14,"text":"ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":15,"text":"ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":16,"text":"Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ⸀ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":17,"text":"ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα ⸀τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":18,"text":"μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ⸀ἃ ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":19,"text":"καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":20,"text":"Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":21,"text":"Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":22,"text":"ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":2,"verse":23,"text":"ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":1,"text":"Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":2,"text":"τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":3,"text":"ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":4,"text":"ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸀ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":5,"text":"Νεκρώσατε οὖν τὰ ⸀μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":6,"text":"διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας⸃· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":7,"text":"ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀τούτοις· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":8,"text":"νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":9,"text":"μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":10,"text":"καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":11,"text":"ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ⸀τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":12,"text":"Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":13,"text":"ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ⸀κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":14,"text":"ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":15,"text":"καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":16,"text":"ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ⸀ψαλμοῖς, ⸀ὕμνοις, ᾠδαῖς πνευματικαῖς ⸀ἐν χάριτι, ᾄδοντες ἐν ⸂ταῖς καρδίαις⸃ ὑμῶν τῷ ⸀θεῷ· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":17,"text":"καὶ πᾶν ⸂ὅ τι⸃ ⸀ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷ πατρὶ διʼ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":18,"text":"Αἱ γυναῖκες, ὑποτάσσεσθε ⸀τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":19,"text":"οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":20,"text":"Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόν ἐστιν⸃ ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":21,"text":"οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":22,"text":"οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":23,"text":"⸀ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":24,"text":"εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· ⸀τῷ κυρίῳ Χριστῷ δουλεύετε· ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":3,"verse":25,"text":"ὁ ⸀γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":1,"text":"οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀οὐρανῷ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":2,"text":"Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":3,"text":"προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":4,"text":"ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":5,"text":"Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":6,"text":"ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":7,"text":"Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":8,"text":"ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτε τὰ περὶ ⸀ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":9,"text":"σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":10,"text":"Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":11,"text":"καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":12,"text":"ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτε τέλειοι καὶ ⸀πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":13,"text":"μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον⸃ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":14,"text":"ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":15,"text":"ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς⸃ ἐκκλησίαν. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":16,"text":"καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":17,"text":"καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Col","chapter":4,"verse":18,"text":"Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθʼ ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΚΟΛΟΣΣΑΕΙΣ"} {"book":"Eph","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ⸂[ἐν Ἐφέσῳ]⸃ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":2,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":3,"text":"Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":4,"text":"καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":5,"text":"προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":6,"text":"εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ⸀ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":7,"text":"ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ ⸂τὸ πλοῦτος⸃ τῆς χάριτος αὐτοῦ ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":8,"text":"ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":9,"text":"γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":10,"text":"εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":11,"text":"ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":12,"text":"εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":13,"text":"ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":14,"text":"⸀ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":15,"text":"Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ⸂ἀγάπην τὴν⸃ εἰς πάντας τοὺς ἁγίους, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":16,"text":"οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν ⸀μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":17,"text":"ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":18,"text":"πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, ⸀τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":19,"text":"καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":20,"text":"ἣν ⸀ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ⸀ἐκ νεκρῶν, καὶ ⸀καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":21,"text":"ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":22,"text":"καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":1,"verse":23,"text":"ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":1,"text":"Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ⸀ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":2,"text":"ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":3,"text":"ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ⸀ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":4,"text":"ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":5,"text":"καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι— ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":6,"text":"καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":7,"text":"ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ⸂τὸ ὑπερβάλλον πλοῦτος⸃ τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":8,"text":"τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι ⸀διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":9,"text":"οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":10,"text":"αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":11,"text":"Διὸ μνημονεύετε ὅτι ⸂ποτὲ ὑμεῖς⸃ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":12,"text":"ὅτι ⸀ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":13,"text":"νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ⸂ἐγενήθητε ἐγγὺς⸃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":14,"text":"αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":15,"text":"τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ⸀αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":16,"text":"καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":17,"text":"καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ ⸀εἰρήνην τοῖς ἐγγύς· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":18,"text":"ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":19,"text":"ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ⸀ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":20,"text":"ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ⸂Χριστοῦ Ἰησοῦ⸃, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":21,"text":"ἐν ᾧ ⸀πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":2,"verse":22,"text":"ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":1,"text":"Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":2,"text":"εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":3,"text":"⸀κατὰ ἀποκάλυψιν ⸀ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":4,"text":"πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":5,"text":"ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":6,"text":"εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ⸂ἐν Χριστῷ Ἰησοῦ⸃ διὰ τοῦ εὐαγγελίου, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":7,"text":"οὗ ⸀ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ ⸂τῆς δοθείσης⸃ μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":8,"text":"ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— ⸀τοῖς ἔθνεσιν εὐαγγελίσασθαι ⸂τὸ ἀνεξιχνίαστον πλοῦτος⸃ τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":9,"text":"καὶ φωτίσαι ⸀πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ⸀κτίσαντι, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":10,"text":"ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":11,"text":"κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ⸀τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":12,"text":"ἐν ᾧ ἔχομεν τὴν παρρησίαν ⸀καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":13,"text":"διὸ αἰτοῦμαι μὴ ⸀ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":14,"text":"Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ⸀πατέρα, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":15,"text":"ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":16,"text":"ἵνα ⸀δῷ ὑμῖν κατὰ ⸂τὸ πλοῦτος⸃ τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":17,"text":"κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":18,"text":"ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ⸂ὕψος καὶ βάθος⸃, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":19,"text":"γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":20,"text":"Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":3,"verse":21,"text":"αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸀καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":1,"text":"Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":2,"text":"μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":3,"text":"σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":4,"text":"ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":5,"text":"εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":6,"text":"εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν ⸀πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":7,"text":"Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ⸀ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":8,"text":"διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ⸀ἔδωκεν δόματα τοῖς ἀνθρώποις. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":9,"text":"τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ ⸀κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":10,"text":"ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":11,"text":"καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":12,"text":"πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":13,"text":"μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":14,"text":"ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":15,"text":"ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ⸀Χριστός, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":16,"text":"ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":17,"text":"Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ ⸀τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":18,"text":"⸀ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":19,"text":"οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":20,"text":"ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":21,"text":"εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":22,"text":"ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":23,"text":"ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":24,"text":"καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":25,"text":"Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":26,"text":"ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ⸀ἐπὶ παροργισμῷ ὑμῶν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":27,"text":"μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":28,"text":"ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ⸂ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν⸃, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":29,"text":"πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":30,"text":"καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":31,"text":"πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφʼ ὑμῶν σὺν πάσῃ κακίᾳ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":4,"verse":32,"text":"⸀γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ⸀ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":1,"text":"γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":2,"text":"καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":3,"text":"Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα⸃ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":4,"text":"καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν⸃, ἀλλὰ μᾶλλον εὐχαριστία. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":5,"text":"τοῦτο γὰρ ⸀ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":6,"text":"Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":7,"text":"μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":8,"text":"ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":9,"text":"ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":10,"text":"δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":11,"text":"καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":12,"text":"τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":13,"text":"τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":14,"text":"πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":15,"text":"Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":16,"text":"ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":17,"text":"διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":18,"text":"καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":19,"text":"λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":20,"text":"εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":21,"text":"ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":22,"text":"Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":23,"text":"ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":24,"text":"ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":25,"text":"Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":26,"text":"ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":27,"text":"ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":28,"text":"οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":29,"text":"οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":30,"text":"ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":31,"text":"ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":32,"text":"τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":5,"verse":33,"text":"πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":1,"text":"Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":2,"text":"τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":3,"text":"ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":4,"text":"Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":5,"text":"Οἱ δοῦλοι, ὑπακούετε τοῖς ⸂κατὰ σάρκα κυρίοις⸃ μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":6,"text":"μὴ κατʼ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλʼ ὡς ⸀δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":7,"text":"μετʼ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":8,"text":"εἰδότες ὅτι ⸂ἕκαστος, ὃ ἂν⸃ ποιήσῃ ἀγαθόν, τοῦτο ⸀κομίσεται ⸀παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":9,"text":"Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ⸂αὐτῶν καὶ ὑμῶν⸃ ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":10,"text":"⸂Τοῦ λοιποῦ⸃ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":11,"text":"ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":12,"text":"ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ ⸀σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":13,"text":"διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":14,"text":"στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":15,"text":"καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":16,"text":"⸀ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ ⸀πονηροῦ πεπυρωμένα σβέσαι· ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":17,"text":"καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου ⸀δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":18,"text":"διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":19,"text":"καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":20,"text":"ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":21,"text":"Ἵνα δὲ ⸂εἰδῆτε καὶ ὑμεῖς⸃ τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα ⸂γνωρίσει ὑμῖν⸃ Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":22,"text":"ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":23,"text":"Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Eph","chapter":6,"verse":24,"text":"ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ⸀ἀφθαρσίᾳ. ","greek_name":"ΠΡΟΣ.ΕΦΕΣΙΟΥΣ"} {"book":"Gal","chapter":1,"verse":1,"text":"Παῦλος ἀπόστολος, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ διʼ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":2,"text":"καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":3,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸂καὶ κυρίου ἡμῶν⸃ Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":4,"text":"τοῦ δόντος ἑαυτὸν ⸀ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ⸂αἰῶνος τοῦ ἐνεστῶτος⸃ πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":5,"text":"ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":6,"text":"Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":7,"text":"ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":8,"text":"ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ⸀εὐαγγελίζηται ⸀ὑμῖν παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":9,"text":"ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":10,"text":"Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; ⸀εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":11,"text":"Γνωρίζω ⸀γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":12,"text":"οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, ⸀οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":13,"text":"Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":14,"text":"καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":15,"text":"ὅτε δὲ ⸀εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":16,"text":"ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":17,"text":"οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":18,"text":"Ἔπειτα μετὰ ⸂ἔτη τρία⸃ ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι ⸀Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":19,"text":"ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":20,"text":"ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":21,"text":"ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":22,"text":"ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":23,"text":"μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":1,"verse":24,"text":"καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":1,"text":"Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":2,"text":"ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":3,"text":"ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":4,"text":"διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς ⸀καταδουλώσουσιν— ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":5,"text":"οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":6,"text":"ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι— ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ⸀θεὸς ἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":7,"text":"ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":8,"text":"ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":9,"text":"καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ⸀ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":10,"text":"μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":11,"text":"Ὅτε δὲ ἦλθεν ⸀Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":12,"text":"πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ⸀ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":13,"text":"καὶ συνυπεκρίθησαν αὐτῷ ⸀καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":14,"text":"ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ ⸀Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ⸂καὶ ⸀οὐκ Ἰουδαϊκῶς ζῇς⸃, ⸀πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":15,"text":"Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":16,"text":"εἰδότες ⸀δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ⸂Ἰησοῦ Χριστοῦ⸃, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ⸂ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται⸃ πᾶσα σάρξ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":17,"text":"εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":18,"text":"εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν ⸀συνιστάνω. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":19,"text":"ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":20,"text":"ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ ⸂υἱοῦ τοῦ θεοῦ⸃ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":2,"verse":21,"text":"οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":1,"text":"Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ⸀ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς ⸀προεγράφη ἐσταυρωμένος; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":2,"text":"τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":3,"text":"οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":4,"text":"τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":5,"text":"ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":6,"text":"καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":7,"text":"Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι ⸂υἱοί εἰσιν⸃ Ἀβραάμ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":8,"text":"προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":9,"text":"ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":10,"text":"Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ⸀ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ⸀ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":11,"text":"ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":12,"text":"ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ· Ὁ ποιήσας ⸀αὐτὰ ζήσεται ἐν αὐτοῖς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":13,"text":"Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ⸂ὅτι γέγραπται⸃· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":14,"text":"ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν ⸂Χριστῷ Ἰησοῦ⸃, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":15,"text":"Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":16,"text":"τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":17,"text":"τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ ⸀θεοῦ ὁ μετὰ ⸂τετρακόσια καὶ τριάκοντα ἔτη⸃ γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":18,"text":"εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":19,"text":"Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις ⸀οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":20,"text":"ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":21,"text":"Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ⸂ἐκ νόμου ἂν⸃ ἦν ἡ δικαιοσύνη. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":22,"text":"ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":23,"text":"Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα ⸀συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":24,"text":"ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":25,"text":"ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":26,"text":"πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":27,"text":"ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":28,"text":"οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ⸀πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":3,"verse":29,"text":"εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, ⸀κατʼ ἐπαγγελίαν κληρονόμοι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":1,"text":"Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":2,"text":"ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":3,"text":"οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ⸀ἤμεθα δεδουλωμένοι· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":4,"text":"ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":5,"text":"ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":6,"text":"ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ⸀ἡμῶν, κρᾶζον· Αββα ὁ πατήρ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":7,"text":"ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος ⸂διὰ θεοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":8,"text":"Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς ⸂φύσει μὴ⸃ οὖσι θεοῖς· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":9,"text":"νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν ⸀δουλεύειν θέλετε; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":10,"text":"ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":11,"text":"φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":12,"text":"Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":13,"text":"οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":14,"text":"καὶ τὸν πειρασμὸν ⸀ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":15,"text":"⸀ποῦ ⸀οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ⸀ἐξορύξαντες ἐδώκατέ μοι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":16,"text":"ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":17,"text":"ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":18,"text":"καλὸν ⸀δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":19,"text":"⸀τέκνα μου, οὓς πάλιν ὠδίνω ⸀μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":20,"text":"ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":21,"text":"Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":22,"text":"γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":23,"text":"ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας ⸀διʼ ἐπαγγελίας. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":24,"text":"ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":25,"text":"τὸ ⸀δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει ⸀γὰρ μετὰ τῶν τέκνων αὐτῆς· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":26,"text":"ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν ⸀μήτηρ ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":27,"text":"γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":28,"text":"⸂ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ⸃· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":29,"text":"ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":30,"text":"ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ ⸀κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":4,"verse":31,"text":"⸀διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":1,"text":"τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":2,"text":"Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":3,"text":"μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":4,"text":"κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":5,"text":"ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":6,"text":"ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":7,"text":"Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":8,"text":"ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":9,"text":"μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":10,"text":"ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":11,"text":"ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":12,"text":"ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":13,"text":"Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":14,"text":"ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":15,"text":"εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":16,"text":"Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":17,"text":"ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":18,"text":"εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":19,"text":"φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":20,"text":"εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":21,"text":"⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":22,"text":"Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":23,"text":"πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":24,"text":"οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":25,"text":"εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":5,"verse":26,"text":"μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":1,"text":"Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":2,"text":"ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ⸀ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":3,"text":"εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ⸂φρεναπατᾷ ἑαυτόν⸃· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":4,"text":"τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":5,"text":"ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":6,"text":"Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":7,"text":"μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ⸀ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":8,"text":"ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":9,"text":"τὸ δὲ καλὸν ποιοῦντες μὴ ⸀ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":10,"text":"ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":11,"text":"Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":12,"text":"ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ⸀ἵνα τῷ σταυρῷ τοῦ ⸀Χριστοῦ ⸀μὴ διώκωνται· ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":13,"text":"οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":14,"text":"ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ⸀κἀγὼ κόσμῳ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":15,"text":"⸂οὔτε γὰρ⸃ περιτομή τί ⸀ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":16,"text":"καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":17,"text":"Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Gal","chapter":6,"verse":18,"text":"Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΓΑΛΑΤΑΣ"} {"book":"Heb","chapter":1,"verse":1,"text":"Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":2,"text":"ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ⸂ἐποίησεν τοὺς αἰῶνας⸃· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":3,"text":"ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂διʼ αὑτοῦ⸃ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":4,"text":"τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":5,"text":"Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":6,"text":"ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":7,"text":"καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":8,"text":"πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος⸃ ῥάβδος τῆς βασιλείας ⸀σου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":9,"text":"ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":10,"text":"καί· Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":11,"text":"αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":12,"text":"καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":13,"text":"πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":1,"verse":14,"text":"οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":1,"text":"Διὰ τοῦτο δεῖ περισσοτέρως ⸂προσέχειν ἡμᾶς⸃ τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":2,"text":"εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":3,"text":"πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":4,"text":"συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":5,"text":"Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":6,"text":"διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":7,"text":"ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας ⸀αὐτόν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":8,"text":"πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν ⸂τῷ γὰρ⸃ ⸀ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":9,"text":"τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως ⸀χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":10,"text":"Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":11,"text":"ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":12,"text":"λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":13,"text":"καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":14,"text":"Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν ⸂αἵματος καὶ σαρκός⸃, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστι τὸν διάβολον, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":15,"text":"καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":16,"text":"οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":17,"text":"ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":2,"verse":18,"text":"ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":1,"text":"Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":2,"text":"πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":3,"text":"πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":4,"text":"πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":5,"text":"καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":6,"text":"Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὃς οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος κατάσχωμεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":7,"text":"Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":8,"text":"μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":9,"text":"οὗ ⸀ἐπείρασαν οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ⸃ καὶ εἶδον τὰ ἔργα μου ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":10,"text":"τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":11,"text":"ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":12,"text":"βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":13,"text":"ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃ τῆς ἁμαρτίας· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":14,"text":"μέτοχοι γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν⸃, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":15,"text":"ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":16,"text":"τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":17,"text":"τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":18,"text":"τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":3,"verse":19,"text":"καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":1,"text":"Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":2,"text":"καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ ⸀συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":3,"text":"εἰσερχόμεθα γὰρ ⸀εἰς κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":4,"text":"εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως· Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":5,"text":"καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":6,"text":"ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον διʼ ἀπείθειαν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":7,"text":"πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς ⸀προείρηται, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":8,"text":"εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":9,"text":"ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":10,"text":"ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":11,"text":"σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":12,"text":"Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς ⸀καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":13,"text":"καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":14,"text":"Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":15,"text":"οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, ⸀πεπειρασμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":4,"verse":16,"text":"προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":1,"text":"Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":2,"text":"μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":3,"text":"καὶ ⸂διʼ αὐτὴν⸃ ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ⸀αὑτοῦ προσφέρειν ⸀περὶ ἁμαρτιῶν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":4,"text":"καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, ⸀καθώσπερ καὶ Ἀαρών. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":5,"text":"Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":6,"text":"καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":7,"text":"ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":8,"text":"καίπερ ὢν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":9,"text":"καὶ τελειωθεὶς ἐγένετο ⸂πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ⸃ αἴτιος σωτηρίας αἰωνίου, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":10,"text":"προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":11,"text":"Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":12,"text":"καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς ⸀τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, ⸀οὐ στερεᾶς τροφῆς. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":13,"text":"πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":5,"verse":14,"text":"τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":1,"text":"Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":2,"text":"βαπτισμῶν ⸀διδαχὴν ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς ⸀τε νεκρῶν καὶ κρίματος αἰωνίου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":3,"text":"καὶ τοῦτο ⸀ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":4,"text":"Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":5,"text":"καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":6,"text":"καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":7,"text":"γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ⸂ἐρχόμενον πολλάκις⸃ ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":8,"text":"ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":9,"text":"Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":10,"text":"οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν ⸀καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":11,"text":"ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":12,"text":"ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":13,"text":"Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":14,"text":"λέγων· ⸀Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":15,"text":"καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":16,"text":"⸀ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":17,"text":"ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":18,"text":"ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι ⸀θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":19,"text":"ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ⸀ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":6,"verse":20,"text":"ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":1,"text":"Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ⸀ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":2,"text":"ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":3,"text":"ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":4,"text":"Θεωρεῖτε δὲ πηλίκος οὗτος ⸀ᾧ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":5,"text":"καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":6,"text":"ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ⸀Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":7,"text":"χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":8,"text":"καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":9,"text":"καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":10,"text":"ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ⸀Μελχισέδεκ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":11,"text":"Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ ⸀αὐτῆς ⸀νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":12,"text":"μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":13,"text":"ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":14,"text":"πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν ⸂περὶ ἱερέων οὐδὲν⸃ Μωϋσῆς ἐλάλησεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":15,"text":"Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":16,"text":"ὃς οὐ κατὰ νόμον ἐντολῆς ⸀σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":17,"text":"⸀μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":18,"text":"ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":19,"text":"οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":20,"text":"Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":21,"text":"ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα), ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":22,"text":"κατὰ ⸀τοσοῦτο ⸀κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":23,"text":"Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":24,"text":"ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":25,"text":"ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":26,"text":"Τοιοῦτος γὰρ ἡμῖν ⸀καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":27,"text":"ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":7,"verse":28,"text":"ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":1,"text":"Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":2,"text":"τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, ⸀οὐκ ἄνθρωπος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":3,"text":"πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":4,"text":"εἰ μὲν ⸀οὖν ἦν ἐπὶ γῆς, οὐδʼ ἂν ἦν ἱερεύς, ⸀ὄντων τῶν προσφερόντων κατὰ ⸀νόμον τὰ δῶρα· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":5,"text":"(οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει)· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":6,"text":"⸀νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":7,"text":"Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":8,"text":"μεμφόμενος γὰρ ⸀αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":9,"text":"οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":10,"text":"ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":11,"text":"καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ ⸀μικροῦ ἕως μεγάλου αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":12,"text":"ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν ⸀αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":8,"verse":13,"text":"ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην, τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":1,"text":"Εἶχε μὲν ⸀οὖν ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":2,"text":"σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":3,"text":"μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ⸂Ἅγια Ἁγίων⸃, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":4,"text":"χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":5,"text":"ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":6,"text":"Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":7,"text":"εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":8,"text":"τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":9,"text":"ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθʼ ⸀ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":10,"text":"μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, ⸀δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":11,"text":"Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν ⸀γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":12,"text":"οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":13,"text":"εἰ γὰρ τὸ αἷμα ⸂τράγων καὶ ταύρων⸃ καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":14,"text":"πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ⸀ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":15,"text":"Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":16,"text":"ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":17,"text":"διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ ⸀μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":18,"text":"ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":19,"text":"λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ ⸀τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν ⸀μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":20,"text":"λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":21,"text":"καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":22,"text":"καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":23,"text":"Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":24,"text":"οὐ γὰρ εἰς χειροποίητα ⸂εἰσῆλθεν ἅγια⸃ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":25,"text":"οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":26,"text":"ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· ⸀νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ⸀ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":27,"text":"καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":9,"verse":28,"text":"οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":1,"text":"Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε ⸀δύναται τοὺς προσερχομένους τελειῶσαι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":2,"text":"ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ ⸀κεκαθαρισμένους; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":3,"text":"ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνιαυτόν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":4,"text":"ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":5,"text":"διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":6,"text":"ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":7,"text":"τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":8,"text":"ἀνώτερον λέγων ὅτι ⸂Θυσίας καὶ προσφορὰς⸃ καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ ⸀νόμον προσφέρονται, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":9,"text":"τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ⸀ποιῆσαι τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":10,"text":"ἐν ᾧ θελήματι ἡγιασμένοι ⸀ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":11,"text":"Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":12,"text":"⸀οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":13,"text":"τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":14,"text":"μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":15,"text":"μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ ⸀εἰρηκέναι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":16,"text":"Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ ⸂τὴν διάνοιαν⸃ αὐτῶν ἐπιγράψω αὐτούς, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":17,"text":"⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ ⸀μνησθήσομαι ἔτι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":18,"text":"ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":19,"text":"Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":20,"text":"ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτʼ ἔστιν τῆς σαρκὸς αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":21,"text":"καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":22,"text":"προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":23,"text":"κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":24,"text":"καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":25,"text":"μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":26,"text":"Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":27,"text":"φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":28,"text":"ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":29,"text":"πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":30,"text":"οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ⸀ἀνταποδώσω· καὶ πάλιν· ⸂Κρινεῖ κύριος⸃ τὸν λαὸν αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":31,"text":"φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":32,"text":"Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":33,"text":"τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":34,"text":"καὶ γὰρ τοῖς ⸀δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ⸀ἑαυτοὺς κρείττονα ⸀ὕπαρξιν καὶ μένουσαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":35,"text":"μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει ⸂μεγάλην μισθαποδοσίαν⸃, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":36,"text":"ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":37,"text":"ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":38,"text":"ὁ δὲ δίκαιός ⸀μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":10,"verse":39,"text":"ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":1,"text":"Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":2,"text":"ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":3,"text":"πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον⸃ γεγονέναι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":4,"text":"Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸂τοῦ θεοῦ⸃, καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":5,"text":"Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":6,"text":"χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":7,"text":"πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":8,"text":"⸀Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":9,"text":"πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":10,"text":"ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":11,"text":"πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ⸃ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ⸀ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":12,"text":"διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":13,"text":"Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":14,"text":"οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":15,"text":"καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσιν ἀφʼ ἧς ⸀ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":16,"text":"νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":17,"text":"Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":18,"text":"πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":19,"text":"λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":20,"text":"Πίστει ⸀καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":21,"text":"πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":22,"text":"πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":23,"text":"Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":24,"text":"πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":25,"text":"μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":26,"text":"μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":27,"text":"πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":28,"text":"πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":29,"text":"Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς ⸀γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":30,"text":"πίστει τὰ τείχη Ἰεριχὼ ⸀ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":31,"text":"πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":32,"text":"Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ⸃ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":33,"text":"οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":34,"text":"ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης, ⸀ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":35,"text":"ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":36,"text":"ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":37,"text":"ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν, ἐν φόνῳ ⸀μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":38,"text":"ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸀ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":39,"text":"⸀καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":11,"verse":40,"text":"τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":1,"text":"Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":2,"text":"ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":3,"text":"Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":4,"text":"οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":5,"text":"καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":6,"text":"ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":7,"text":"εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς ⸀γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":8,"text":"εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ⸂καὶ οὐχ υἱοί ἐστε⸃. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":9,"text":"εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ ⸀πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":10,"text":"οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":11,"text":"πᾶσα ⸀δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":12,"text":"Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":13,"text":"καὶ τροχιὰς ὀρθὰς ⸀ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":14,"text":"Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":15,"text":"ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ ⸂διʼ αὐτῆς⸃ μιανθῶσιν ⸀πολλοί, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":16,"text":"μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":17,"text":"ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":18,"text":"Οὐ γὰρ προσεληλύθατε ⸀ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ⸀ζόφῳ καὶ θυέλλῃ ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":19,"text":"καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο ⸀μὴ προστεθῆναι αὐτοῖς λόγον· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":20,"text":"οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":21,"text":"καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":22,"text":"ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":23,"text":"καὶ ἐκκλησίᾳ πρωτοτόκων ⸂ἀπογεγραμμένων ἐν οὐρανοῖς⸃, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":24,"text":"καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":25,"text":"Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ⸀ἐξέφυγον ⸂ἐπὶ γῆς παραιτησάμενοι τὸν⸃ χρηματίζοντα, ⸀πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":26,"text":"οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ ⸀σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":27,"text":"τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ ⸂τῶν σαλευομένων⸃ μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":28,"text":"διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, διʼ ἧς ⸀λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ ⸂εὐλαβείας καὶ δέους⸃, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":12,"verse":29,"text":"καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":1,"text":"Ἡ φιλαδελφία μενέτω. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":2,"text":"τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":3,"text":"μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":4,"text":"τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους ⸀γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":5,"text":"ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ⸀ἐγκαταλίπω· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":6,"text":"ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, ⸀οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":7,"text":"Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":8,"text":"Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":9,"text":"διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ ⸀περιπατοῦντες. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":10,"text":"ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":11,"text":"ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":12,"text":"διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":13,"text":"τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":14,"text":"οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν· ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":15,"text":"διʼ αὐτοῦ ⸀οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":16,"text":"τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":17,"text":"Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":18,"text":"Προσεύχεσθε περὶ ἡμῶν, ⸀πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":19,"text":"περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":20,"text":"Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":21,"text":"καταρτίσαι ὑμᾶς ἐν ⸀παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ⸀ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς ⸀αἰῶνας· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":22,"text":"Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":23,"text":"γινώσκετε τὸν ἀδελφὸν ⸀ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":24,"text":"ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Heb","chapter":13,"verse":25,"text":"ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΕΒΡΑΙΟΥΣ"} {"book":"Jas","chapter":1,"verse":1,"text":"Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":2,"text":"Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":3,"text":"γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":4,"text":"ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":5,"text":"Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ ⸀μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":6,"text":"αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":7,"text":"μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":8,"text":"ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":9,"text":"Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":10,"text":"ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":11,"text":"ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":12,"text":"Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ⸀ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":13,"text":"μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":14,"text":"ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":15,"text":"εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":16,"text":"μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":17,"text":"Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρʼ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":18,"text":"βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":19,"text":"⸀Ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἔστω ⸀δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":20,"text":"ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ ⸂οὐκ ἐργάζεται⸃. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":21,"text":"διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":22,"text":"Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ⸂ἀκροαταὶ μόνον⸃ παραλογιζόμενοι ἑαυτούς. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":23,"text":"ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":24,"text":"κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":25,"text":"ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, ⸀οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":26,"text":"Εἴ τις δοκεῖ θρησκὸς ⸀εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν ⸀αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν ⸀αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":1,"verse":27,"text":"θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ ⸀τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":1,"text":"Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":2,"text":"ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":3,"text":"⸂ἐπιβλέψητε δὲ⸃ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ⸃ ὑπὸ τὸ ὑποπόδιόν μου, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":4,"text":"⸀οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":5,"text":"ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ⸃ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":6,"text":"ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":7,"text":"οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":8,"text":"Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":9,"text":"εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":10,"text":"ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":11,"text":"ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃς εἶπεν καί· Μὴ ⸀φονεύσῃς· εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις⸃ δέ, γέγονας παραβάτης νόμου. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":12,"text":"οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":13,"text":"ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ⸀ἔλεος κρίσεως. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":14,"text":"⸀Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":15,"text":"⸀ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι τῆς ἐφημέρου τροφῆς, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":16,"text":"εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί ὄφελος; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":17,"text":"οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα⸃, νεκρά ἐστιν καθʼ ἑαυτήν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":18,"text":"Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶς τῶν ⸀ἔργων, κἀγώ ⸂σοι δείξω⸃ ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":19,"text":"σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός⸃; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":20,"text":"θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργή ἐστιν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":21,"text":"Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":22,"text":"βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":23,"text":"καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":24,"text":"⸀ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":25,"text":"ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":2,"verse":26,"text":"ὥσπερ ⸀γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":1,"text":"Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":2,"text":"πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":3,"text":"⸂εἰ δὲ⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν ⸀εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":4,"text":"ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν⸃ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται⸃· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":5,"text":"οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ⸃. Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":6,"text":"καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":7,"text":"πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":8,"text":"τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων⸃· ⸀ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":9,"text":"ἐν αὐτῇ εὐλογοῦμεν τὸν ⸀κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθʼ ὁμοίωσιν θεοῦ γεγονότας· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":10,"text":"ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":11,"text":"μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":12,"text":"μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; ⸂οὔτε ἁλυκὸν⸃ γλυκὺ ποιῆσαι ὕδωρ. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":13,"text":"Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":14,"text":"εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":15,"text":"οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":16,"text":"ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":17,"text":"ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ⸀ἀδιάκριτος, ἀνυπόκριτος· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":3,"verse":18,"text":"καρπὸς ⸀δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":1,"text":"Πόθεν πόλεμοι καὶ ⸀πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":2,"text":"ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":3,"text":"αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":4,"text":"⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":5,"text":"ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":6,"text":"μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":7,"text":"ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":8,"text":"ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":9,"text":"ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":10,"text":"ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":11,"text":"Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":12,"text":"εἷς ⸀ἐστιν νομοθέτης ⸂καὶ κριτής⸃, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":13,"text":"Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":14,"text":"οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":15,"text":"ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":16,"text":"νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":4,"verse":17,"text":"εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":1,"text":"Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":2,"text":"ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":3,"text":"ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":4,"text":"ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ⸀ἀφυστερημένος ἀφʼ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ⸀εἰσεληλύθασιν· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":5,"text":"ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ⸀ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":6,"text":"κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν; ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":7,"text":"Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ ⸀αὐτῷ ἕως ⸀λάβῃ πρόϊμον καὶ ὄψιμον. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":8,"text":"μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":9,"text":"μὴ στενάζετε, ⸂ἀδελφοί, κατʼ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":10,"text":"ὑπόδειγμα λάβετε, ⸀ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ⸀ἐν τῷ ὀνόματι κυρίου. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":11,"text":"ἰδοὺ μακαρίζομεν τοὺς ⸀ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸀εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ⸂ὁ κύριος⸃ καὶ οἰκτίρμων. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":12,"text":"Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ⸂ὑπὸ κρίσιν⸃ πέσητε. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":13,"text":"Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":14,"text":"ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν ἀλείψαντες ⸀αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":15,"text":"καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":16,"text":"ἐξομολογεῖσθε ⸀οὖν ἀλλήλοις ⸂τὰς ἁμαρτίας⸃ καὶ ⸀εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":17,"text":"Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":18,"text":"καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸂ὑετὸν ἔδωκεν⸃ καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":19,"text":"Ἀδελφοί ⸀μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"Jas","chapter":5,"verse":20,"text":"⸀γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ⸀αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ","greek_name":"ΙΑΚΩΒΟΥ"} {"book":"John","chapter":1,"verse":1,"text":"Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":2,"text":"οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":3,"text":"πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":4,"text":"ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":5,"text":"καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":6,"text":"Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":7,"text":"οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":8,"text":"οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":9,"text":"ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":10,"text":"Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":11,"text":"εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":12,"text":"ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":13,"text":"οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":14,"text":"Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":15,"text":"(Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ⸂ὃν εἶπον⸃· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·) ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":16,"text":"⸀ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":17,"text":"ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":18,"text":"θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ⸂μονογενὴς θεὸς⸃ ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":19,"text":"Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ⸀ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":20,"text":"καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ⸂Ἐγὼ οὐκ εἰμὶ⸃ ὁ χριστός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":21,"text":"καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; ⸂σὺ Ἠλίας εἶ⸃; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":22,"text":"εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":23,"text":"ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":24,"text":"⸀Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":25,"text":"καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς ⸂οὐδὲ Ἠλίας οὐδὲ⸃ ὁ προφήτης; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":26,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ⸀μέσος ὑμῶν ⸀ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":27,"text":"⸀ὁ ὀπίσω μου ⸀ἐρχόμενος, οὗ ⸂οὐκ εἰμὶ⸃ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":28,"text":"ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ⸀ὁ Ἰωάννης βαπτίζων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":29,"text":"Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":30,"text":"οὗτός ἐστιν ⸀ὑπὲρ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":31,"text":"κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ⸀ἐν ὕδατι βαπτίζων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":32,"text":"καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ⸀ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":33,"text":"κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφʼ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":34,"text":"κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ⸀ἐκλεκτὸς τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":35,"text":"Τῇ ἐπαύριον πάλιν εἱστήκει ⸀ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":36,"text":"καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":37,"text":"καὶ ἤκουσαν ⸂οἱ δύο μαθηταὶ αὐτοῦ⸃ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":38,"text":"στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται ⸀μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":39,"text":"λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ⸂ὄψεσθε. ἦλθαν οὖν⸃ καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":40,"text":"ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":41,"text":"εὑρίσκει οὗτος ⸀πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":42,"text":"⸀ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς ⸀Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος). ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":43,"text":"Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":44,"text":"ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":45,"text":"εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ⸀Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":46,"text":"καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ⸀ὁ Φίλιππος· Ἔρχου καὶ ἴδε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":47,"text":"εἶδεν ⸀ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":48,"text":"λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":49,"text":"ἀπεκρίθη ⸂αὐτῷ Ναθαναήλ⸃· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ⸃ τοῦ Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":50,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι ⸀ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ⸀ὄψῃ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":1,"verse":51,"text":"καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ⸀ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":1,"text":"Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":2,"text":"ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":3,"text":"καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":4,"text":"⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":5,"text":"λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι⸃ ἂν λέγῃ ὑμῖν ποιήσατε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":6,"text":"ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι⸃ ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι⸃, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":7,"text":"λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":8,"text":"καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ⸃ ἤνεγκαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":9,"text":"ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":10,"text":"καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":11,"text":"ταύτην ⸀ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":12,"text":"Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":13,"text":"Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":14,"text":"καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":15,"text":"καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν ⸂τὰ κέρματα⸃ καὶ τὰς τραπέζας ⸀ἀνέστρεψεν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":16,"text":"καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":17,"text":"⸀ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":18,"text":"ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":19,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":20,"text":"εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":21,"text":"ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":22,"text":"ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν εἶπεν ὁ Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":23,"text":"Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":24,"text":"αὐτὸς ⸀δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ⸀αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":2,"verse":25,"text":"καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":1,"text":"Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":2,"text":"οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ⸂δύναται ταῦτα τὰ σημεῖα⸃ ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":3,"text":"⸀ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":4,"text":"λέγει πρὸς αὐτὸν ⸀ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":5,"text":"⸀ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":6,"text":"τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":7,"text":"μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":8,"text":"τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":9,"text":"ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":10,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":11,"text":"ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":12,"text":"εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":13,"text":"καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ⸀ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":14,"text":"καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":15,"text":"ἵνα πᾶς ὁ πιστεύων ⸂ἐν αὐτῷ⸃ ἔχῃ ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":16,"text":"Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν ⸀υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":17,"text":"οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν ⸀υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":18,"text":"ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ ⸀δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":19,"text":"αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ ⸂αὐτῶν πονηρὰ⸃ τὰ ἔργα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":20,"text":"πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":21,"text":"ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":22,"text":"Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":23,"text":"ἦν δὲ καὶ ⸀ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":24,"text":"οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ⸀ὁ Ἰωάννης. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":25,"text":"Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":26,"text":"καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":27,"text":"ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ⸂οὐδὲ ἓν⸃ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":28,"text":"αὐτοὶ ὑμεῖς ⸀μοι μαρτυρεῖτε ὅτι ⸀εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλʼ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":29,"text":"ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":30,"text":"ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":31,"text":"Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":32,"text":"⸀ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":33,"text":"ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":34,"text":"ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου ⸀δίδωσιν τὸ πνεῦμα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":35,"text":"ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":3,"verse":36,"text":"ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλʼ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπʼ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":1,"text":"Ὡς οὖν ἔγνω ὁ ⸀Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης— ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":2,"text":"καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ— ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":3,"text":"ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν ⸀πάλιν εἰς τὴν Γαλιλαίαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":4,"text":"ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":5,"text":"ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ ⸀τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":6,"text":"ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ⸀ὡς ἕκτη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":7,"text":"Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":8,"text":"οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":9,"text":"λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρʼ ἐμοῦ πεῖν αἰτεῖς ⸂γυναικὸς Σαμαρίτιδος οὔσης⸃; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":10,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":11,"text":"λέγει αὐτῷ ⸂ἡ γυνή⸃· Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":12,"text":"μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":13,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":14,"text":"ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ ⸀διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":15,"text":"λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ⸀διέρχωμαι ἐνθάδε ἀντλεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":16,"text":"Λέγει ⸀αὐτῇ· Ὕπαγε φώνησον ⸂τὸν ἄνδρα σου⸃ καὶ ἐλθὲ ἐνθάδε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":17,"text":"ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν ⸀αὐτῷ· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":18,"text":"πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":19,"text":"λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":20,"text":"οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου ⸂προσκυνεῖν δεῖ⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":21,"text":"λέγει αὐτῇ ὁ Ἰησοῦς· ⸂Πίστευέ μοι, γύναι⸃, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":22,"text":"ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":23,"text":"ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":24,"text":"πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":25,"text":"λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ⸀ἅπαντα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":26,"text":"λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":27,"text":"Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ⸀ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· Τί ζητεῖς; ἢ τί λαλεῖς μετʼ αὐτῆς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":28,"text":"ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":29,"text":"Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ⸀ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":30,"text":"ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":31,"text":"⸀Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ῥαββί, φάγε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":32,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":33,"text":"ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":34,"text":"λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ⸀ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":35,"text":"οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν· ἤδη ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":36,"text":"⸀ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ⸀ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":37,"text":"ἐν γὰρ τούτῳ ὁ λόγος ⸀ἐστὶν ἀληθινὸς ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":38,"text":"ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":39,"text":"Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ⸀ἃ ἐποίησα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":40,"text":"ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":41,"text":"καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":42,"text":"τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ ⸀κόσμου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":43,"text":"Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ⸀ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":44,"text":"αὐτὸς ⸀γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":45,"text":"ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ⸀ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":46,"text":"Ἦλθεν οὖν ⸀πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":47,"text":"οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ⸀ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":48,"text":"εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":49,"text":"λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":50,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. ⸀ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ⸀ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":51,"text":"ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ⸀ὑπήντησαν ⸀αὐτῷ λέγοντες ὅτι ὁ παῖς ⸀αὐτοῦ ζῇ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":52,"text":"ἐπύθετο οὖν ⸂τὴν ὥραν παρʼ αὐτῶν⸃ ἐν ᾗ κομψότερον ἔσχεν· ⸂εἶπαν οὖν⸃ αὐτῷ ὅτι ⸀Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":53,"text":"ἔγνω οὖν ὁ πατὴρ ⸀ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ⸀Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":4,"verse":54,"text":"τοῦτο ⸀δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":1,"text":"Μετὰ ταῦτα ⸀ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":2,"text":"ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ ⸀Βηθεσδά, πέντε στοὰς ἔχουσα· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":3,"text":"ἐν ταύταις κατέκειτο ⸀πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ⸀ξηρῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":5,"text":"ἦν δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ ⸀αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":6,"text":"τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":7,"text":"ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":8,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":9,"text":"καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":10,"text":"ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, ⸀καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν ⸀κράβαττον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":11,"text":"⸂ὃς δὲ⸃ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":12,"text":"ἠρώτησαν ⸀οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ⸀Ἆρον καὶ περιπάτει; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":13,"text":"ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":14,"text":"μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν ⸂σοί τι⸃ γένηται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":15,"text":"ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":16,"text":"καὶ διὰ τοῦτο ἐδίωκον ⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν⸃ ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":17,"text":"ὁ ⸀δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":18,"text":"διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":19,"text":"Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν ⸀ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":20,"text":"ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":21,"text":"ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":22,"text":"οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":23,"text":"ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":24,"text":"Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":25,"text":"Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ⸀ζήσουσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":26,"text":"ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν⸃ ζωὴν ἔχειν ἐν ἑαυτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":27,"text":"καὶ ἐξουσίαν ἔδωκεν ⸀αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":28,"text":"μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":29,"text":"καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":30,"text":"Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός ⸀με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":31,"text":"Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":32,"text":"ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":33,"text":"ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":34,"text":"ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":35,"text":"ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":36,"text":"ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν ⸀μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":37,"text":"καὶ ὁ πέμψας με πατὴρ ⸀ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτε ἀκηκόατε⸃ οὔτε εἶδος αὐτοῦ ἑωράκατε, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":38,"text":"καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ⸂ἐν ὑμῖν μένοντα⸃, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":39,"text":"Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":40,"text":"καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":41,"text":"δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":42,"text":"ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":43,"text":"ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":44,"text":"πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρʼ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":45,"text":"μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":46,"text":"εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":5,"verse":47,"text":"εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":1,"text":"Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":2,"text":"⸂ἠκολούθει δὲ⸃ αὐτῷ ὄχλος πολύς, ὅτι ⸀ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":3,"text":"ἀνῆλθεν δὲ εἰς τὸ ⸀ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":4,"text":"ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":5,"text":"ἐπάρας οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς⸃ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθεν ⸀ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":6,"text":"τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":7,"text":"ἀπεκρίθη ⸀αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ⸀ἕκαστος βραχύ ⸀τι λάβῃ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":8,"text":"λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":9,"text":"Ἔστιν ⸀παιδάριον ὧδε ⸀ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":10,"text":"⸀εἶπεν ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸀ὡς πεντακισχίλιοι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":11,"text":"ἔλαβεν ⸀οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":12,"text":"ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":13,"text":"συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ⸀ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":14,"text":"οἱ οὖν ἄνθρωποι ἰδόντες ⸂ὃ ἐποίησεν σημεῖον⸃ ⸀ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":15,"text":"Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ⸀ποιήσωσιν βασιλέα ἀνεχώρησεν ⸀πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":16,"text":"Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":17,"text":"καὶ ἐμβάντες ⸀εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ ⸀οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":18,"text":"ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος ⸀διεγείρετο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":19,"text":"ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":20,"text":"ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":21,"text":"ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸂ἐγένετο τὸ πλοῖον⸃ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":22,"text":"Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ⸀εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ⸀ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸀πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":23,"text":"⸀ἀλλὰ ἦλθεν ⸀πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":24,"text":"ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ ⸀πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":25,"text":"Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":26,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":27,"text":"ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":28,"text":"εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":29,"text":"ἀπεκρίθη ⸀ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":30,"text":"εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":31,"text":"οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":32,"text":"εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":33,"text":"ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":34,"text":"εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":35,"text":"⸀Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσει πώποτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":36,"text":"ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":37,"text":"πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":38,"text":"ὅτι καταβέβηκα ⸀ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":39,"text":"τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός ⸀με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω ⸀αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":40,"text":"τοῦτο ⸀γάρ ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου⸃ ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":41,"text":"Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":42,"text":"καὶ ἔλεγον· ⸀Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν ⸀λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":43,"text":"⸀ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετʼ ἀλλήλων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":44,"text":"οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":45,"text":"ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶς ὁ ⸀ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ⸀ἐμέ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":46,"text":"οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακέν τις⸃ εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":47,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύων ἔχει ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":48,"text":"ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":49,"text":"οἱ πατέρες ὑμῶν ἔφαγον ⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα⸃ καὶ ἀπέθανον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":50,"text":"οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":51,"text":"ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":52,"text":"Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸀αὐτοῦ φαγεῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":53,"text":"εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":54,"text":"ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":55,"text":"ἡ γὰρ σάρξ μου ⸀ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ⸁ἀληθής ἐστι πόσις. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":56,"text":"ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":57,"text":"καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ⸀ζήσει διʼ ἐμέ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":58,"text":"οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ ⸀πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ⸀ζήσει εἰς τὸν αἰῶνα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":59,"text":"ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":60,"text":"Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν ⸂ὁ λόγος οὗτος⸃· τίς δύναται αὐτοῦ ἀκούειν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":61,"text":"εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":62,"text":"ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":63,"text":"τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":64,"text":"ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":65,"text":"καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ ⸀πατρός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":66,"text":"Ἐκ τούτου πολλοὶ ⸀ἐκ ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον⸃ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":67,"text":"εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":68,"text":"⸀ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":69,"text":"καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιος τοῦ ⸀θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":70,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":6,"verse":71,"text":"ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν ⸂παραδιδόναι αὐτόν⸃, ⸀εἷς ἐκ τῶν δώδεκα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":1,"text":"Καὶ ⸂μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς⸃ ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":2,"text":"ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":3,"text":"εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσιν ⸂σοῦ τὰ ἔργα⸃ ἃ ποιεῖς· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":4,"text":"οὐδεὶς γάρ ⸂τι ἐν κρυπτῷ⸃ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":5,"text":"οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":6,"text":"λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":7,"text":"οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":8,"text":"ὑμεῖς ἀνάβητε εἰς τὴν ⸀ἑορτήν· ἐγὼ ⸀οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ⸂ἐμὸς καιρὸς⸃ οὔπω πεπλήρωται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":9,"text":"ταῦτα ⸀δὲ εἰπὼν ⸀αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":10,"text":"Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ ⸂εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":11,"text":"οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":12,"text":"καὶ γογγυσμὸς ⸂περὶ αὐτοῦ ἦν πολὺς⸃ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ⸀δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":13,"text":"οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":14,"text":"Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ⸀ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":15,"text":"⸂ἐθαύμαζον οὖν⸃ οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":16,"text":"ἀπεκρίθη οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":17,"text":"ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":18,"text":"ὁ ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":19,"text":"Οὐ Μωϋσῆς ⸀δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":20,"text":"ἀπεκρίθη ὁ ⸀ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":21,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":22,"text":"διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":23,"text":"εἰ περιτομὴν ⸀λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":24,"text":"μὴ κρίνετε κατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸀κρίνετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":25,"text":"Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":26,"text":"καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ⸀ἐστιν ὁ χριστός; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":27,"text":"ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":28,"text":"ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":29,"text":"ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":30,"text":"ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":31,"text":"⸂ἐκ τοῦ ὄχλου δὲ πολλοὶ⸃ ἐπίστευσαν εἰς αὐτόν, καὶ ⸀ἔλεγον· Ὁ χριστὸς ὅταν ἔλθῃ ⸀μὴ πλείονα ⸀σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":32,"text":"Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας⸃ ἵνα πιάσωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":33,"text":"εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸν⸃ μεθʼ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":34,"text":"ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":35,"text":"εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":36,"text":"τίς ἐστιν ⸂ὁ λόγος οὗτος⸃ ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":37,"text":"Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":38,"text":"ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":39,"text":"τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸀οὗ ἔμελλον λαμβάνειν οἱ ⸀πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ⸀πνεῦμα, ὅτι Ἰησοῦς ⸀οὐδέπω ἐδοξάσθη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":40,"text":"⸂Ἐκ τοῦ ὄχλου οὖν⸃ ἀκούσαντες ⸂τῶν λόγων τούτων⸃ ⸀ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":41,"text":"ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· ⸂οἱ δὲ⸃ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":42,"text":"⸀οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸂ἔρχεται ὁ χριστός⸃; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":43,"text":"σχίσμα οὖν ⸂ἐγένετο ἐν τῷ ὄχλῳ⸃ διʼ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":44,"text":"τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ⸀ἐπέβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":45,"text":"Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":46,"text":"ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ⸂ἐλάλησεν οὕτως⸃ ⸀ἄνθρωπος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":47,"text":"ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":48,"text":"μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":49,"text":"ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸀ἐπάρατοί εἰσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":50,"text":"λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ⸀ἐλθὼν πρὸς αὐτὸν ⸀πρότερον, εἷς ὢν ἐξ αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":51,"text":"Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ ⸂πρῶτον παρʼ αὐτοῦ⸃ καὶ γνῷ τί ποιεῖ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":52,"text":"ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ⸂ἐκ τῆς Γαλιλαίας προφήτης⸃ οὐκ ⸀ἐγείρεται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":7,"verse":53,"text":"⟦καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":1,"text":"Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":2,"text":"Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":3,"text":"ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":4,"text":"λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":5,"text":"ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":6,"text":"τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":7,"text":"ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":8,"text":"καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":9,"text":"οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":10,"text":"ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":11,"text":"ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧ ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":12,"text":"Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς⸃ λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":13,"text":"εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":14,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢ ποῦ ὑπάγω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":15,"text":"ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":16,"text":"καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":17,"text":"καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":18,"text":"ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":19,"text":"ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":20,"text":"ταῦτα τὰ ῥήματα ⸀ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":21,"text":"Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":22,"text":"ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":23,"text":"καὶ ⸀ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου⸃ ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":24,"text":"εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":25,"text":"ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι⸃ καὶ λαλῶ ὑμῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":26,"text":"πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα ⸀λαλῶ εἰς τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":27,"text":"οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":28,"text":"εἶπεν ⸀οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρ ταῦτα λαλῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":29,"text":"καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":30,"text":"ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":31,"text":"Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":32,"text":"καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":33,"text":"ἀπεκρίθησαν ⸂πρὸς αὐτόν⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":34,"text":"Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":35,"text":"ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":36,"text":"ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":37,"text":"οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":38,"text":"⸂ἃ ἐγὼ⸃ ἑώρακα παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε⸃ παρὰ ⸂τοῦ πατρὸς⸃ ποιεῖτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":39,"text":"Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":40,"text":"νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":41,"text":"ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":42,"text":"⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":43,"text":"διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":44,"text":"ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν⸃, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":45,"text":"ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":46,"text":"τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":47,"text":"ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":48,"text":"⸀Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":49,"text":"ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":50,"text":"ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":51,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":52,"text":"⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":53,"text":"μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸν ποιεῖς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":54,"text":"ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶν ἐστιν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":55,"text":"καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":56,"text":"Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":57,"text":"εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":58,"text":"εἶπεν ⸀αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":8,"verse":59,"text":"ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":1,"text":"Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":2,"text":"καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":3,"text":"ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":4,"text":"⸀ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":5,"text":"ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":6,"text":"ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν ⸀αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":7,"text":"καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":8,"text":"οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":9,"text":"ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":10,"text":"ἔλεγον οὖν αὐτῷ· ⸀Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":11,"text":"ἀπεκρίθη ⸀ἐκεῖνος· ⸂Ὁ ἄνθρωπος ὁ⸃ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτι Ὕπαγε εἰς ⸀τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖν καὶ νιψάμενος ἀνέβλεψα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":12,"text":"⸂καὶ εἶπαν⸃ αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":13,"text":"Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":14,"text":"ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ⸃ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":15,"text":"πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":16,"text":"ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος⸃, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":17,"text":"λέγουσιν ⸀οὖν τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ⸃ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":18,"text":"Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸς⸃ καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος⸃ ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":19,"text":"καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι⸃; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":20,"text":"ἀπεκρίθησαν ⸀οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":21,"text":"πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":22,"text":"ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":23,"text":"διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":24,"text":"Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου⸃ ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωπος⸃ ἁμαρτωλός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":25,"text":"ἀπεκρίθη οὖν ⸀ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":26,"text":"εἶπον ⸂οὖν αὐτῷ⸃· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":27,"text":"ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":28,"text":"⸀ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":29,"text":"ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":30,"text":"ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ⸃ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":31,"text":"⸀οἴδαμεν ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς⸃ οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":32,"text":"ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":33,"text":"εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":34,"text":"ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":35,"text":"⸀Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":36,"text":"ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":37,"text":"⸀εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":38,"text":"ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":39,"text":"καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":40,"text":"⸀ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντες⸃, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":9,"verse":41,"text":"εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡ ἁμαρτία ὑμῶν μένει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":1,"text":"Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":2,"text":"ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":3,"text":"τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατʼ ὄνομα καὶ ἐξάγει αὐτά. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":4,"text":"⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":5,"text":"ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":6,"text":"ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν ἃ ἐλάλει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":7,"text":"Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":8,"text":"πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":9,"text":"ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":10,"text":"ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":11,"text":"Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":12,"text":"ὁ ⸀μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει— ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":13,"text":"⸀ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":14,"text":"ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά⸃, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":15,"text":"καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":16,"text":"καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με⸃ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται μία ποίμνη, εἷς ποιμήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":17,"text":"διὰ τοῦτό ⸂με ὁ πατὴρ⸃ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":18,"text":"οὐδεὶς ⸀αἴρει αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":19,"text":"⸀Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":20,"text":"ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":21,"text":"⸀ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":22,"text":"Ἐγένετο ⸀τότε τὰ ἐγκαίνια ἐν ⸀τοῖς Ἱεροσολύμοις· ⸀χειμὼν ἦν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":23,"text":"καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ Σολομῶνος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":24,"text":"ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":25,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":26,"text":"ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ⸃ ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":27,"text":"τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":28,"text":"κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον⸃, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":29,"text":"ὁ πατήρ μου ⸀ὃ δέδωκέν ⸀μοι ⸂πάντων μεῖζων⸃ ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":30,"text":"ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":31,"text":"Ἐβάστασαν ⸀οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":32,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν⸃ ἐκ τοῦ ⸀πατρός· διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε⸃; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":33,"text":"ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":34,"text":"ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":35,"text":"εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":36,"text":"ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":37,"text":"εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":38,"text":"εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε, ἵνα γνῶτε καὶ ⸀γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":39,"text":"ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν⸃ πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":40,"text":"Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":41,"text":"καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":10,"verse":42,"text":"καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":1,"text":"Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":2,"text":"ἦν δὲ ⸀Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":3,"text":"ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":4,"text":"ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":5,"text":"ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":6,"text":"ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":7,"text":"ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":8,"text":"λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":9,"text":"ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσιν⸃ τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":10,"text":"ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":11,"text":"ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":12,"text":"εἶπαν οὖν οἱ μαθηταὶ ⸀αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":13,"text":"εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":14,"text":"τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":15,"text":"καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":16,"text":"εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":17,"text":"Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας⸃ ἔχοντα ἐν τῷ μνημείῳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":18,"text":"ἦν δὲ ⸀ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":19,"text":"⸂πολλοὶ δὲ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς ⸀τὴν Μάρθαν καὶ ⸀Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":20,"text":"ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":21,"text":"εἶπεν οὖν ⸀ἡ Μάρθα πρὸς ⸀τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε ⸂οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου⸃· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":22,"text":"⸀καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":23,"text":"λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":24,"text":"λέγει αὐτῷ ⸀ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":25,"text":"εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":26,"text":"καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":27,"text":"λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":28,"text":"Καὶ ⸀τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν ⸀Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":29,"text":"ἐκείνη ⸀δὲ ὡς ἤκουσεν ⸀ἠγέρθη ταχὺ καὶ ⸀ἤρχετο πρὸς αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":30,"text":"οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ⸀ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":31,"text":"οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν ⸀Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ ⸀δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":32,"text":"ἡ οὖν ⸀Μαριὰμ ὡς ἦλθεν ὅπου ⸀ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ ⸀πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν ⸂μου ἀπέθανεν⸃ ὁ ἀδελφός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":33,"text":"Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":34,"text":"καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":35,"text":"ἐδάκρυσεν ὁ Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":36,"text":"ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":37,"text":"τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":38,"text":"Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":39,"text":"λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ ⸀τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":40,"text":"λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ⸀ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":41,"text":"ἦραν οὖν τὸν ⸀λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":42,"text":"ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":43,"text":"καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":44,"text":"⸀ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃· Λύσατε αὐτὸν καὶ ἄφετε ⸀αὐτὸν ὑπάγειν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":45,"text":"Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν ⸀Μαριὰμ καὶ θεασάμενοι ⸀ἃ ⸀ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":46,"text":"τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ⸀ἐποίησεν Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":47,"text":"συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸂ποιεῖ σημεῖα⸃; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":48,"text":"ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":49,"text":"εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":50,"text":"οὐδὲ ⸀λογίζεσθε ὅτι συμφέρει ⸀ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":51,"text":"τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":52,"text":"καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":53,"text":"ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":54,"text":"⸂Ὁ οὖν Ἰησοῦς⸃ οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ⸀ἔμεινεν μετὰ τῶν ⸀μαθητῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":55,"text":"Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":56,"text":"ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":11,"verse":57,"text":"δεδώκεισαν ⸀δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":1,"text":"Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν ⸀Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ⸀Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":2,"text":"ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ⸀ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":3,"text":"ἡ οὖν ⸀Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":4,"text":"λέγει ⸀δὲ ⸂Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ⸃, ὁ μέλλων αὐτὸν παραδιδόναι· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":5,"text":"Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":6,"text":"εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ⸀ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":7,"text":"εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ⸀ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου ⸀τηρήσῃ αὐτό· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":8,"text":"τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":9,"text":"Ἔγνω ⸀οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":10,"text":"ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":11,"text":"ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":12,"text":"Τῇ ἐπαύριον ⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":13,"text":"ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":14,"text":"εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":15,"text":"Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":16,"text":"⸀ταῦτα οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":17,"text":"ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":18,"text":"διὰ τοῦτο ⸀καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":19,"text":"οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":20,"text":"Ἦσαν δὲ ⸂Ἕλληνές τινες⸃ ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":21,"text":"οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":22,"text":"ἔρχεται ⸀ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ⸀ἔρχεται Ἀνδρέας καὶ Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":23,"text":"ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":24,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":25,"text":"ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":26,"text":"ἐὰν ἐμοί ⸂τις διακονῇ⸃ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ⸀ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":27,"text":"Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":28,"text":"πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":29,"text":"ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":30,"text":"ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν⸃· Οὐ διʼ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονεν ἀλλὰ διʼ ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":31,"text":"νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":32,"text":"κἀγὼ ⸀ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":33,"text":"τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":34,"text":"ἀπεκρίθη ⸀οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ⸃ ⸀ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":35,"text":"εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν⸃ ἐστιν. περιπατεῖτε ⸀ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":36,"text":"⸀ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":37,"text":"τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":38,"text":"ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":39,"text":"διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":40,"text":"Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν, καὶ ⸀ἰάσομαι αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":41,"text":"ταῦτα εἶπεν Ἠσαΐας ⸀ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":42,"text":"ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":43,"text":"ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":44,"text":"Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":45,"text":"καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":46,"text":"ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":47,"text":"καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":48,"text":"ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":49,"text":"ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκεν τί εἴπω καὶ τί λαλήσω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":12,"verse":50,"text":"καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ⸃, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":1,"text":"Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":2,"text":"καὶ δείπνου ⸀γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":3,"text":"⸀εἰδὼς ὅτι πάντα ⸀ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":4,"text":"ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":5,"text":"εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":6,"text":"ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει ⸀αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":7,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":8,"text":"λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας⸃ εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ⸃· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":9,"text":"λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":10,"text":"λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν⸃ ⸂εἰ μὴ⸃ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":11,"text":"ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι Οὐχὶ πάντες καθαροί ἐστε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":12,"text":"Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν⸃, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":13,"text":"ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":14,"text":"εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":15,"text":"ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":16,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":17,"text":"εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":18,"text":"οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου τὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":19,"text":"ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται⸃ ὅτι ἐγώ εἰμι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":20,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":21,"text":"Ταῦτα εἰπὼν ⸀ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":22,"text":"⸀ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":23,"text":"⸀ἦν ἀνακείμενος εἷς ⸀ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":24,"text":"νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη⸃ περὶ οὗ λέγει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":25,"text":"⸀ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":26,"text":"⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ⸃· ⸂βάψας οὖν⸃ τὸ ⸀ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":27,"text":"καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":28,"text":"τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":29,"text":"τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":30,"text":"λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς⸃. ἦν δὲ νύξ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":31,"text":"Ὅτε ⸀οὖν ἐξῆλθεν ⸀λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":32,"text":"⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":33,"text":"τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω⸃ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":34,"text":"ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":35,"text":"ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":36,"text":"Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":37,"text":"λέγει αὐτῷ ⸀ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":13,"verse":38,"text":"⸀ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ με τρίς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":1,"text":"Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":2,"text":"ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":3,"text":"καὶ ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν⸃, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":4,"text":"καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε ⸂τὴν ὁδόν⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":5,"text":"λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι⸃; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":6,"text":"λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":7,"text":"εἰ ⸀ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃· ⸀ἀπʼ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":8,"text":"Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":9,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ⸃ μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":10,"text":"οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ ἐν ἐμοὶ ⸀μένων ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":11,"text":"πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":12,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα πορεύομαι· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":13,"text":"καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":14,"text":"ἐάν τι αἰτήσητέ ⸀με ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ ποιήσω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":15,"text":"Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":16,"text":"κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":17,"text":"τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει· ⸀ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":18,"text":"Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":19,"text":"ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":20,"text":"ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς⸃ ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":21,"text":"ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":22,"text":"λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":23,"text":"ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":24,"text":"ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":25,"text":"Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":26,"text":"ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":27,"text":"εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":28,"text":"ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ μείζων μού ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":29,"text":"καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":30,"text":"οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":14,"verse":31,"text":"ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":1,"text":"Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":2,"text":"πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":3,"text":"ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":4,"text":"μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφʼ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":5,"text":"ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":6,"text":"ἐὰν μή τις ⸀μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":7,"text":"ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε ⸀αἰτήσασθε καὶ γενήσεται ὑμῖν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":8,"text":"ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ ⸀γένησθε ἐμοὶ μαθηταί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":9,"text":"καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα⸃, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":10,"text":"ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":11,"text":"ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":12,"text":"Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":13,"text":"μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":14,"text":"ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ⸀ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":15,"text":"οὐκέτι ⸂λέγω ὑμᾶς⸃ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":16,"text":"οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":17,"text":"ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":18,"text":"Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν μεμίσηκεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":19,"text":"εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":20,"text":"μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":21,"text":"ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂εἰς ὑμᾶς⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":22,"text":"εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":23,"text":"ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":24,"text":"εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":25,"text":"ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος⸃ ὅτι Ἐμίσησάν με δωρεάν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":26,"text":"⸀Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":15,"verse":27,"text":"καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":1,"text":"Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":2,"text":"ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":3,"text":"καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":4,"text":"ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":5,"text":"νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":6,"text":"ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":7,"text":"ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":8,"text":"καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":9,"text":"περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":10,"text":"περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":11,"text":"περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":12,"text":"Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":13,"text":"ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":14,"text":"ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":15,"text":"πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":16,"text":"Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":17,"text":"εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":18,"text":"ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":19,"text":"⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":20,"text":"ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":21,"text":"ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":22,"text":"καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφʼ ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":23,"text":"καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":24,"text":"ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":25,"text":"Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":26,"text":"ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":27,"text":"αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":28,"text":"ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":29,"text":"⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":30,"text":"νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":31,"text":"ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":32,"text":"ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":16,"verse":33,"text":"ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":1,"text":"Ταῦτα ⸀ἐλάλησεν Ἰησοῦς, καὶ ⸂ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν⸃· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ⸀ἵνα ὁ ⸀υἱὸς δοξάσῃ σέ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":2,"text":"καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ ⸀δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":3,"text":"αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":4,"text":"ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":5,"text":"καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":6,"text":"Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ⸁ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":7,"text":"νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ⸀δέδωκάς μοι παρὰ σοῦ ⸀εἰσιν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":8,"text":"ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":9,"text":"ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":10,"text":"καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":11,"text":"καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν ⸀καθὼς ἡμεῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":12,"text":"ὅτε ἤμην μετʼ ⸀αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧ δέδωκάς μοι, ⸀καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":13,"text":"νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ⸀ἑαυτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":14,"text":"ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":15,"text":"οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":16,"text":"ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ⸂οὐκ εἰμὶ ἐκ τοῦ κόσμου⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":17,"text":"ἁγίασον αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":18,"text":"καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":19,"text":"καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ⸂ὦσιν καὶ αὐτοὶ⸃ ἡγιασμένοι ἐν ἀληθείᾳ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":20,"text":"Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":21,"text":"ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, ⸀πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος ⸀πιστεύῃ ὅτι σύ με ἀπέστειλας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":22,"text":"κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ⸀ἕν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":23,"text":"ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ⸀ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":24,"text":"⸀πάτερ, ⸀ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":25,"text":"⸀Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":17,"verse":26,"text":"καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":1,"text":"Ταῦτα ⸀εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου ⸀τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":2,"text":"ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις ⸀συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":3,"text":"ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ⸂ἐκ τῶν⸃ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":4,"text":"Ἰησοῦς ⸀οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν ⸂ἐξῆλθεν, καὶ λέγει⸃ αὐτοῖς· Τίνα ζητεῖτε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":5,"text":"ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει ⸀αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":6,"text":"ὡς οὖν εἶπεν ⸀αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":7,"text":"πάλιν οὖν ⸂ἐπηρώτησεν αὐτούς⸃· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":8,"text":"ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":9,"text":"ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":10,"text":"Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ⸀ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":11,"text":"εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν ⸀μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":12,"text":"Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":13,"text":"καὶ ⸀ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":14,"text":"ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ⸀ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":15,"text":"Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":16,"text":"ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸς ⸂τοῦ ἀρχιερέως⸃ καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":17,"text":"λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός⸃· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":18,"text":"εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ ⸂καὶ ὁ Πέτρος μετʼ αὐτῶν⸃ ἑστὼς καὶ θερμαινόμενος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":19,"text":"Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":20,"text":"ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ ⸀λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου ⸀πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":21,"text":"τί με ⸂ἐρωτᾷς; ἐρώτησον⸃ τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":22,"text":"ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς ⸂παρεστηκὼς τῶν ὑπηρετῶν⸃ ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":23,"text":"ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":24,"text":"ἀπέστειλεν ⸀οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":25,"text":"Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":26,"text":"λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":27,"text":"πάλιν οὖν ⸀ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":28,"text":"Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ⸀ἀλλὰ φάγωσιν τὸ πάσχα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":29,"text":"ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ⸀ἔξω πρὸς αὐτοὺς καὶ ⸀φησίν· Τίνα κατηγορίαν φέρετε ⸀κατὰ τοῦ ἀνθρώπου τούτου; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":30,"text":"ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος ⸂κακὸν ποιῶν⸃, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":31,"text":"εἶπεν οὖν αὐτοῖς ⸀ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. ⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":32,"text":"ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":33,"text":"Εἰσῆλθεν οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον⸃ ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":34,"text":"⸀ἀπεκρίθη Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ⸃ σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόν σοι⸃ περὶ ἐμοῦ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":35,"text":"ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":36,"text":"ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ⸂οἱ ἐμοὶ ἠγωνίζοντο ἄν⸃, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":37,"text":"εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ⸀ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς ⸀εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":38,"text":"λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν ⸂εὑρίσκω ἐν αὐτῷ αἰτίαν⸃· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":39,"text":"ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ⸂ἀπολύσω ὑμῖν⸃ ἐν τῷ πάσχα· βούλεσθε οὖν ⸄ἀπολύσω ὑμῖν⸅ τὸν βασιλέα τῶν Ἰουδαίων; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":18,"verse":40,"text":"ἐκραύγασαν οὖν ⸀πάλιν λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":1,"text":"Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":2,"text":"καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":3,"text":"καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ⸃ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":4,"text":"⸂καὶ ἐξῆλθεν⸃ πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":5,"text":"ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ ὁ ἄνθρωπος. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":6,"text":"ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον ⸀σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":7,"text":"ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν⸃ ἐποίησεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":8,"text":"Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":9,"text":"καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":10,"text":"λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃ σε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":11,"text":"ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατʼ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦν ⸂δεδομένον σοι⸃ ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":12,"text":"ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃ ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":13,"text":"Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":14,"text":"ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":15,"text":"⸂ἐκραύγασαν οὖν ἐκεῖνοι⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":16,"text":"τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":17,"text":"καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν⸃ ἐξῆλθεν εἰς ⸀τὸν λεγόμενον Κρανίου Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":18,"text":"ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":19,"text":"ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":20,"text":"τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":21,"text":"ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":22,"text":"ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":23,"text":"οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":24,"text":"εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ⸂ἡ λέγουσα⸃· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":25,"text":"Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":26,"text":"Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ ⸀μητρί· Γύναι, ⸀ἴδε ὁ υἱός σου· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":27,"text":"εἶτα λέγει τῷ μαθητῇ· ⸀Ἴδε ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":28,"text":"Μετὰ τοῦτο ⸀εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":29,"text":"⸀σκεῦος ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ⸃ ὄξους ⸀ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":30,"text":"ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":31,"text":"Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":32,"text":"ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":33,"text":"ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν⸃ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":34,"text":"ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς⸃ αἷμα καὶ ὕδωρ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":35,"text":"καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν⸃ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":36,"text":"ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":37,"text":"καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":38,"text":"Μετὰ ⸀δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":39,"text":"ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς ⸀αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ⸀μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":40,"text":"ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν ⸀αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":41,"text":"ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ⸂ἦν τεθειμένος⸃· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":19,"verse":42,"text":"ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":1,"text":"Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":2,"text":"τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":3,"text":"ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":4,"text":"ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":5,"text":"καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":6,"text":"ἔρχεται οὖν ⸀καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":7,"text":"καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":8,"text":"τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":9,"text":"οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":10,"text":"ἀπῆλθον οὖν πάλιν πρὸς ⸀αὑτοὺς οἱ μαθηταί. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":11,"text":"Μαρία δὲ εἱστήκει πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα⸃. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":12,"text":"καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":13,"text":"καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":14,"text":"⸀ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":15,"text":"λέγει ⸀αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":16,"text":"λέγει ⸀αὐτῇ Ἰησοῦς· ⸀Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ ⸀Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":17,"text":"λέγει ⸀αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν ⸀πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":18,"text":"ἔρχεται ⸀Μαριὰμ ἡ Μαγδαληνὴ ⸀ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":19,"text":"Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ ⸀μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":20,"text":"καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν ⸀αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":21,"text":"εἶπεν οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦς⸃ πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":22,"text":"καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":23,"text":"ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ⸀ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":24,"text":"Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ⸀ἦλθεν Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":25,"text":"ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω ⸂μου τὴν χεῖρα⸃ εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":26,"text":"Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":27,"text":"εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":28,"text":"⸀ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":29,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":30,"text":"Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":20,"verse":31,"text":"ταῦτα δὲ γέγραπται ἵνα ⸀πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":1,"text":"Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ⸀ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":2,"text":"ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":3,"text":"λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ ⸀πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":4,"text":"Πρωΐας δὲ ἤδη ⸀γενομένης ⸀ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":5,"text":"λέγει οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":6,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸀ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":7,"text":"λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":8,"text":"οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":9,"text":"Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":10,"text":"λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":11,"text":"ἀνέβη ⸀οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ⸂εἰς τὴν γῆν⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":12,"text":"λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς ⸀δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":13,"text":"⸀ἔρχεται ⸀ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":14,"text":"τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸀ὁ Ἰησοῦς τοῖς ⸀μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":15,"text":"Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":16,"text":"λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":17,"text":"λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ⸃ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Βόσκε τὰ ⸀πρόβατά μου. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":18,"text":"ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει⸃ καὶ οἴσει ὅπου οὐ θέλεις. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":19,"text":"τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":20,"text":"⸀Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":21,"text":"τοῦτον ⸀οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":22,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":23,"text":"ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος⸃ εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ⸃ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":24,"text":"Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν⸃. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"John","chapter":21,"verse":25,"text":"ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειν τὰ γραφόμενα ⸀βιβλία. ","greek_name":"ΚΑΤΑ.ΙΩΑΝΝΗΝ"} {"book":"Jude","chapter":1,"verse":1,"text":"Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ⸀ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":2,"text":"ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":3,"text":"Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ⸀ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":4,"text":"παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον ⸀δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":5,"text":"Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ⸂ὑμᾶς ἅπαξ⸃ ⸀πάντα, ὅτι ⸀Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":6,"text":"ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":7,"text":"ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον ⸂τρόπον τούτοις⸃ ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":8,"text":"Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":9,"text":"ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":10,"text":"οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":11,"text":"οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":12,"text":"οὗτοί εἰσιν ⸀οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":13,"text":"κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":14,"text":"Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":15,"text":"ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι ⸂πάντας τοὺς ἀσεβεῖς⸃ περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":16,"text":"οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ⸀αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":17,"text":"Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":18,"text":"ὅτι ἔλεγον ⸀ὑμῖν· ⸂Ἐπʼ ἐσχάτου χρόνου⸃ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":19,"text":"οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":20,"text":"ὑμεῖς δέ, ἀγαπητοί, ⸂ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει⸃, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι, ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":21,"text":"ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":22,"text":"καὶ οὓς μὲν ⸀ἐλεᾶτε ⸂διακρινομένους, ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":23,"text":"οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ⸃, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":24,"text":"Τῷ δὲ δυναμένῳ φυλάξαι ⸀ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Jude","chapter":1,"verse":25,"text":"⸀μόνῳ θεῷ σωτῆρι ἡμῶν ⸂διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν⸃ ⸀δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία ⸂πρὸ παντὸς τοῦ αἰῶνος⸃ καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν. ","greek_name":"ΙΟΥΔΑ"} {"book":"Luke","chapter":1,"verse":1,"text":"Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":2,"text":"καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":3,"text":"ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":4,"text":"ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":5,"text":"Ἐγένετο ἐν ταῖς ἡμέραις ⸀Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, ⸀καὶ γυνὴ ⸀αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":6,"text":"ἦσαν δὲ δίκαιοι ἀμφότεροι ⸀ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":7,"text":"καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ⸂ἦν ἡ Ἐλισάβετ⸃ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":8,"text":"Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":9,"text":"κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":10,"text":"καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":11,"text":"ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":12,"text":"καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":13,"text":"εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":14,"text":"καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ ⸀γενέσει αὐτοῦ χαρήσονται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":15,"text":"ἔσται γὰρ μέγας ἐνώπιον ⸀τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":16,"text":"καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":17,"text":"καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":18,"text":"καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":19,"text":"καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":20,"text":"καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":21,"text":"Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ⸂ἐν τῷ ναῷ αὐτόν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":22,"text":"ἐξελθὼν δὲ οὐκ ⸀ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":23,"text":"καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":24,"text":"Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":25,"text":"ὅτι Οὕτως μοι ⸀πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ⸀ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":26,"text":"Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ⸀ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":27,"text":"πρὸς παρθένον ⸀ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":28,"text":"καὶ ⸀εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ ⸀σοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":29,"text":"ἡ δὲ ⸂ἐπὶ τῷ λόγῳ διεταράχθη⸃ καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":30,"text":"καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":31,"text":"καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":32,"text":"οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":33,"text":"καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":34,"text":"εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":35,"text":"καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":36,"text":"καὶ ἰδοὺ Ἐλισάβετ ἡ ⸀συγγενίς σου καὶ αὐτὴ ⸀συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":37,"text":"ὅτι οὐκ ἀδυνατήσει παρὰ ⸂τοῦ θεοῦ⸃ πᾶν ῥῆμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":38,"text":"εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":39,"text":"Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":40,"text":"καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":41,"text":"καὶ ἐγένετο ὡς ἤκουσεν ⸂τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ⸃, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":42,"text":"καὶ ἀνεφώνησεν ⸀κραυγῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":43,"text":"καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ⸀ἐμέ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":44,"text":"ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ⸂ἐν ἀγαλλιάσει τὸ βρέφος⸃ ἐν τῇ κοιλίᾳ μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":45,"text":"καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":46,"text":"Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":47,"text":"καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":48,"text":"ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":49,"text":"ὅτι ἐποίησέν μοι ⸀μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":50,"text":"καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς⸃ τοῖς φοβουμένοις αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":51,"text":"Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":52,"text":"καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":53,"text":"πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":54,"text":"ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":55,"text":"καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":56,"text":"Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ⸀ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":57,"text":"Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":58,"text":"καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":59,"text":"Καὶ ἐγένετο ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃ⸃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":60,"text":"καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":61,"text":"καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ⸂ἐκ τῆς συγγενείας⸃ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":62,"text":"ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι ⸀αὐτό. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":63,"text":"καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ⸀ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":64,"text":"ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":65,"text":"καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":66,"text":"καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ ⸀γὰρ χεὶρ κυρίου ἦν μετʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":67,"text":"Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ⸀ἐπροφήτευσεν λέγων· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":68,"text":"Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":69,"text":"καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ⸀ἐν οἴκῳ ⸀Δαυὶδ παιδὸς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":70,"text":"καθὼς ἐλάλησεν διὰ στόματος τῶν ⸀ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":71,"text":"σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":72,"text":"ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":73,"text":"ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":74,"text":"ἀφόβως ἐκ χειρὸς ⸀ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":75,"text":"ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ⸂πάσαις ταῖς ἡμέραις⸃ ἡμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":76,"text":"καὶ σὺ ⸀δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ⸀ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":77,"text":"τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":78,"text":"διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ⸀ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":79,"text":"ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":1,"verse":80,"text":"Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":1,"text":"Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":2,"text":"(⸀αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":3,"text":"καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ⸀ἑαυτοῦ πόλιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":4,"text":"Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":5,"text":"ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ⸂ἐμνηστευμένῃ αὐτῷ⸃, οὔσῃ ἐγκύῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":6,"text":"ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":7,"text":"καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ⸀ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":8,"text":"Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":9,"text":"⸀καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":10,"text":"καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":11,"text":"ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":12,"text":"καὶ τοῦτο ὑμῖν ⸀τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ⸀καὶ κείμενον ἐν φάτνῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":13,"text":"καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς ⸀οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":14,"text":"Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις ⸀εὐδοκίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":15,"text":"Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, ⸀οἱ ποιμένες ⸀ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":16,"text":"καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":17,"text":"ἰδόντες δὲ ⸀ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":18,"text":"καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":19,"text":"ἡ δὲ ⸀Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":20,"text":"καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":21,"text":"Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":22,"text":"Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":23,"text":"καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":24,"text":"καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν ⸀τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":25,"text":"Καὶ ἰδοὺ ⸂ἄνθρωπος ἦν⸃ ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":26,"text":"καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ⸂ἢ ἂν⸃ ἴδῃ τὸν χριστὸν κυρίου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":27,"text":"καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":28,"text":"καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ⸀ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":29,"text":"Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":30,"text":"ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":31,"text":"ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":32,"text":"φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":33,"text":"καὶ ἦν ⸂ὁ πατὴρ αὐτοῦ⸃ καὶ ἡ ⸀μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":34,"text":"καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":35,"text":"καὶ σοῦ ⸀δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":36,"text":"Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ⸂μετὰ ἀνδρὸς ἔτη⸃ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":37,"text":"καὶ αὐτὴ χήρα ⸀ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ⸀ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":38,"text":"⸀καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ ⸀θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις ⸀λύτρωσιν Ἰερουσαλήμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":39,"text":"Καὶ ὡς ἐτέλεσαν ⸀πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ⸀ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν ⸀εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":40,"text":"Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο ⸂πληρούμενον σοφίᾳ⸃, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":41,"text":"Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":42,"text":"καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ⸀ἀναβαινόντων ⸀αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":43,"text":"καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ⸂ἔγνωσαν οἱ γονεῖς⸃ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":44,"text":"νομίσαντες δὲ αὐτὸν ⸂εἶναι ἐν τῇ συνοδίᾳ⸃ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν ⸀καὶ τοῖς γνωστοῖς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":45,"text":"καὶ μὴ ⸀εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ⸀ἀναζητοῦντες αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":46,"text":"καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":47,"text":"ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":48,"text":"καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ ⸂εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ⸃· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ⸀ἐζητοῦμέν σε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":49,"text":"καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":50,"text":"καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":51,"text":"καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ⸀ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":2,"verse":52,"text":"Καὶ Ἰησοῦς προέκοπτεν ⸂σοφίᾳ καὶ ἡλικίᾳ⸃ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":1,"text":"Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":2,"text":"ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":3,"text":"καὶ ἦλθεν εἰς ⸀πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":4,"text":"ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ ⸀προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":5,"text":"πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς ⸀εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":6,"text":"καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":7,"text":"Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπʼ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":8,"text":"ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":9,"text":"ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":10,"text":"Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ⸀ποιήσωμεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":11,"text":"ἀποκριθεὶς δὲ ⸀ἔλεγεν αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":12,"text":"ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί ⸀ποιήσωμεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":13,"text":"ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":14,"text":"ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· ⸂Τί ποιήσωμεν καὶ ἡμεῖς⸃; καὶ εἶπεν ⸀αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":15,"text":"Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":16,"text":"ἀπεκρίνατο ⸂λέγων πᾶσιν ὁ Ἰωάννης⸃· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":17,"text":"οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ ⸀διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ ⸀συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":18,"text":"Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":19,"text":"ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":20,"text":"προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, ⸀καὶ κατέκλεισεν τὸν Ἰωάννην ⸀ἐν φυλακῇ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":21,"text":"Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":22,"text":"καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ⸀ὡς περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ ⸀γενέσθαι· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":23,"text":"Καὶ αὐτὸς ⸀ἦν Ἰησοῦς ⸂ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα⸃, ὢν ⸂υἱός, ὡς ἐνομίζετο⸃, Ἰωσὴφ τοῦ Ἠλὶ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":24,"text":"τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":25,"text":"τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":26,"text":"τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ ⸀Ἰωσὴχ τοῦ Ἰωδὰ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":27,"text":"τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":28,"text":"τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":29,"text":"τοῦ ⸀Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":30,"text":"τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":31,"text":"τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":32,"text":"τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴλ τοῦ Βόος τοῦ ⸀Σαλὰ τοῦ Ναασσὼν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":33,"text":"τοῦ ⸂Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ⸃ τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":34,"text":"τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":35,"text":"τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":36,"text":"τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":37,"text":"τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":3,"verse":38,"text":"τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":1,"text":"Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":2,"text":"ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":3,"text":"⸂εἶπεν δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":4,"text":"καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":5,"text":"Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":6,"text":"καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":7,"text":"σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":8,"text":"καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ⸃· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":9,"text":"⸂Ἤγαγεν δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":10,"text":"γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":11,"text":"καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":12,"text":"καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":13,"text":"καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":14,"text":"Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":15,"text":"καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":16,"text":"Καὶ ἦλθεν ⸀εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":17,"text":"καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου⸃ καὶ ⸀ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":18,"text":"Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":19,"text":"κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":20,"text":"καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ⸃ ἦσαν ἀτενίζοντες αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":21,"text":"ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":22,"text":"καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":23,"text":"καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":24,"text":"εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":25,"text":"ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":26,"text":"καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":27,"text":"καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":28,"text":"καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":29,"text":"καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":30,"text":"αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":31,"text":"Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":32,"text":"καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":33,"text":"καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":34,"text":"⸀Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":35,"text":"καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":36,"text":"καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":37,"text":"καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":38,"text":"Ἀναστὰς δὲ ⸀ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":39,"text":"καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":40,"text":"Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν⸃ αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":41,"text":"ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ ⸀εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":42,"text":"Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":43,"text":"ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ τοῦτο ⸀ἀπεστάλην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":4,"verse":44,"text":"καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς⸃ τῆς ⸀Ἰουδαίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":1,"text":"Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸀καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":2,"text":"καὶ εἶδεν ⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ⸂ἀπʼ αὐτῶν ἀποβάντες⸃ ⸀ἔπλυνον τὰ δίκτυα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":3,"text":"ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ⸀ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, ⸂καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν⸃ τοὺς ὄχλους. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":4,"text":"ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":5,"text":"καὶ ἀποκριθεὶς ⸀Σίμων ⸀εἶπεν· Ἐπιστάτα, διʼ ⸀ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":6,"text":"καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο δὲ ⸂τὰ δίκτυα⸃ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":7,"text":"καὶ κατένευσαν τοῖς ⸀μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":8,"text":"ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":9,"text":"θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧν συνέλαβον, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":10,"text":"ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":11,"text":"καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάντα ἠκολούθησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":12,"text":"Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":13,"text":"καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ⸀εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":14,"text":"καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":15,"text":"διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ ⸀θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":16,"text":"αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":17,"text":"Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":18,"text":"καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ ⸀θεῖναι ἐνώπιον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":19,"text":"καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":20,"text":"καὶ ἰδὼν τὴν πίστιν αὐτῶν ⸀εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":21,"text":"καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ⸂ἁμαρτίας ἀφεῖναι⸃ εἰ μὴ μόνος ὁ θεός; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":22,"text":"ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":23,"text":"τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":24,"text":"ἵνα δὲ εἰδῆτε ὅτι ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει⸃ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ⸀ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":25,"text":"καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφʼ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":26,"text":"καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":27,"text":"Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":28,"text":"καὶ καταλιπὼν ⸀πάντα ἀναστὰς ⸀ἠκολούθει αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":29,"text":"Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸂πολὺς τελωνῶν⸃ καὶ ἄλλων οἳ ἦσαν μετʼ αὐτῶν κατακείμενοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":30,"text":"καὶ ἐγόγγυζον οἱ ⸂Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν⸃ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":31,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":32,"text":"οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":33,"text":"Οἱ δὲ εἶπαν πρὸς αὐτόν· ⸀Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":34,"text":"ὁ ⸀δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν ποιῆσαι ⸀νηστεῦσαι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":35,"text":"ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":36,"text":"ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸ ἱματίου καινοῦ ⸀σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσει καὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα⸃ τὸ ἀπὸ τοῦ καινοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":37,"text":"καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":38,"text":"ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":5,"verse":39,"text":"⸀καὶ οὐδεὶς πιὼν ⸀παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":1,"text":"Ἐγένετο δὲ ἐν ⸀σαββάτῳ διαπορεύεσθαι αὐτὸν ⸀διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸂καὶ ἤσθιον τοὺς στάχυας⸃ ψώχοντες ταῖς χερσίν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":2,"text":"τινὲς δὲ τῶν Φαρισαίων ⸀εἶπαν· Τί ποιεῖτε ὃ οὐκ ⸀ἔξεστιν τοῖς σάββασιν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":3,"text":"καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ⸀ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ ⸀ὄντες; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":4,"text":"⸀ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸀λαβὼν ἔφαγεν καὶ ⸀ἔδωκεν τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":5,"text":"καὶ ἔλεγεν ⸀αὐτοῖς· Κύριός ἐστιν ⸂τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":6,"text":"Ἐγένετο ⸀δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸂ἄνθρωπος ἐκεῖ⸃ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":7,"text":"⸀παρετηροῦντο ⸀δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ⸀θεραπεύει, ἵνα εὕρωσιν ⸀κατηγορεῖν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":8,"text":"αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, ⸂εἶπεν δὲ⸃ τῷ ⸀ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ⸀Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· ⸀καὶ ἀναστὰς ἔστη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":9,"text":"εἶπεν ⸀δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· ⸀Ἐπερωτῶ ὑμᾶς, ⸀εἰ ἔξεστιν ⸂τῷ σαββάτῳ⸃ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ⸀ἀπολέσαι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":10,"text":"καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":11,"text":"αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":12,"text":"Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ⸂ἐξελθεῖν αὐτὸν⸃ εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":13,"text":"καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":14,"text":"Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ⸀καὶ Ἰάκωβον καὶ Ἰωάννην ⸁καὶ Φίλιππον καὶ Βαρθολομαῖον ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":15,"text":"⸀καὶ Μαθθαῖον καὶ Θωμᾶν ⸁καὶ ⸀Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":16,"text":"⸀καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν ⸀Ἰσκαριὼθ ⸀ὃς ἐγένετο προδότης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":17,"text":"Καὶ καταβὰς μετʼ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος ⸀πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":18,"text":"οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ⸂ἐνοχλούμενοι ἀπὸ⸃ πνευμάτων ⸀ἀκαθάρτων ἐθεραπεύοντο· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":19,"text":"καὶ πᾶς ὁ ὄχλος ⸀ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":20,"text":"Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":21,"text":"μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":22,"text":"Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":23,"text":"χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ⸂τὰ αὐτὰ⸃ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":24,"text":"πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":25,"text":"οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι ⸀νῦν, ὅτι πεινάσετε. ⸀οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":26,"text":"Οὐαὶ ὅταν ⸂καλῶς ὑμᾶς⸃ εἴπωσιν ⸀πάντες οἱ ἄνθρωποι, κατὰ ⸂τὰ αὐτὰ⸃ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":27,"text":"Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":28,"text":"εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς, προσεύχεσθε ⸀περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":29,"text":"τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":30,"text":"⸀παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":31,"text":"καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":32,"text":"Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":33,"text":"⸀καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; ⸁καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":34,"text":"καὶ ἐὰν ⸀δανίσητε παρʼ ὧν ἐλπίζετε ⸀λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; ⸀καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":35,"text":"πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":36,"text":"⸀γίνεσθε οἰκτίρμονες ⸀καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":37,"text":"Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· ⸀καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":38,"text":"δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸀σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸂ᾧ γὰρ μέτρῳ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":39,"text":"Εἶπεν δὲ ⸀καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ⸀ἐμπεσοῦνται; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":40,"text":"οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν ⸀διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":41,"text":"τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":42,"text":"⸀πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ⸂τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":43,"text":"Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ ⸀πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":44,"text":"ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸂σταφυλὴν τρυγῶσιν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":45,"text":"ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸀αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ ⸀πονηρὸς ἐκ τοῦ ⸀πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸀περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":46,"text":"Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":47,"text":"πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":48,"text":"ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν ⸂διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":6,"verse":49,"text":"ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ ⸂εὐθὺς συνέπεσεν⸃, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":1,"text":"⸀Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":2,"text":"Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":3,"text":"ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":4,"text":"οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃ τοῦτο, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":5,"text":"ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":6,"text":"ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης⸃ λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι⸃ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":7,"text":"διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω ὁ παῖς μου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":8,"text":"καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":9,"text":"ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":10,"text":"καὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες⸃ εὗρον ⸀τὸν δοῦλον ὑγιαίνοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":11,"text":"Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦ καὶ ὄχλος πολύς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":12,"text":"ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς⸃ τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦν σὺν αὐτῇ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":13,"text":"καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":14,"text":"καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":15,"text":"καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":16,"text":"ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":17,"text":"καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":18,"text":"Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":19,"text":"ἔπεμψεν πρὸς τὸν ⸀κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλον προσδοκῶμεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":20,"text":"παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":21,"text":"ἐν ⸀ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατο βλέπειν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":22,"text":"καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":23,"text":"καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":24,"text":"Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους⸃ περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":25,"text":"ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":26,"text":"ἀλλὰ τί ⸀ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":27,"text":"οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":28,"text":"⸀λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":29,"text":"(καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":30,"text":"οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.) ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":31,"text":"Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":32,"text":"ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ἃ λέγει⸃· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":33,"text":"ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸀μὴ ⸂ἐσθίων ἄρτον μήτε πίνων οἶνον⸃, καὶ λέγετε· Δαιμόνιον ἔχει· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":34,"text":"ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":35,"text":"καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸂πάντων τῶν τέκνων αὐτῆς⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":36,"text":"Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὸν οἶκον⸃ τοῦ Φαρισαίου ⸀κατεκλίθη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":37,"text":"καὶ ἰδοὺ γυνὴ ⸂ἥτις ἦν ἐν τῇ πόλει⸃ ἁμαρτωλός, ⸀καὶ ἐπιγνοῦσα ὅτι ⸀κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":38,"text":"καὶ στᾶσα ⸂ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ⸃ κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ⸃ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":39,"text":"ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ⸀ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":40,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":41,"text":"δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":42,"text":"μὴ ⸀ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ⸀αὐτῶν πλεῖον ⸂ἀγαπήσει αὐτόν⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":43,"text":"⸀ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":44,"text":"καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸀μοι ἐπὶ ⸀πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ⸀θριξὶν αὐτῆς ἐξέμαξεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":45,"text":"φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":46,"text":"ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ⸂τοὺς πόδας μου⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":47,"text":"οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":48,"text":"εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":49,"text":"καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":7,"verse":50,"text":"εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":1,"text":"Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":2,"text":"καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":3,"text":"καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκ τῶν ὑπαρχόντων αὐταῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":4,"text":"Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":5,"text":"Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":6,"text":"καὶ ἕτερον ⸀κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":7,"text":"καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":8,"text":"καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":9,"text":"Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦ τίς ⸂αὕτη εἴη ἡ παραβολή⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":10,"text":"ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":11,"text":"Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":12,"text":"οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":13,"text":"οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":14,"text":"τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":15,"text":"τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":16,"text":"Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":17,"text":"οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇ⸃ καὶ εἰς φανερὸν ἔλθῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":18,"text":"βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ⸃ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":19,"text":"⸀Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":20,"text":"⸂ἀπηγγέλη δὲ⸃ ⸀αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντες⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":21,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντες. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":22,"text":"⸂Ἐγένετο δὲ⸃ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":23,"text":"πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":24,"text":"προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":25,"text":"εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":26,"text":"Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":27,"text":"ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον⸃, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":28,"text":"ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":29,"text":"⸀παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ τοῦ ⸀δαιμονίου εἰς τὰς ἐρήμους. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":30,"text":"ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς· Τί σοι ⸂ὄνομά ἐστιν⸃; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ⸃ εἰς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":31,"text":"καὶ ⸀παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":32,"text":"Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένη ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":33,"text":"ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":34,"text":"Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":35,"text":"ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":36,"text":"ἀπήγγειλαν δὲ ⸀αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":37,"text":"καὶ ⸀ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶν ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰς πλοῖον ὑπέστρεψεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":38,"text":"ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸν λέγων· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":39,"text":"Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν⸃ ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":40,"text":"⸂Ἐν δὲ⸃ τῷ ⸀ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":41,"text":"καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":42,"text":"ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":43,"text":"καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν ⸀ἀπʼ οὐδενὸς θεραπευθῆναι, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":44,"text":"προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":45,"text":"καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":46,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":47,"text":"ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":48,"text":"ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":49,"text":"Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτι σκύλλε τὸν διδάσκαλον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":50,"text":"ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷ· Μὴ φοβοῦ, μόνον ⸀πίστευσον, καὶ σωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":51,"text":"ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ⸃ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":52,"text":"ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ⸃ ἀπέθανεν ἀλλὰ καθεύδει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":53,"text":"καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":54,"text":"αὐτὸς ⸀δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":55,"text":"καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":8,"verse":56,"text":"καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":1,"text":"Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":2,"text":"καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς⸃, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":3,"text":"καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰ δύο χιτῶνας ἔχειν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":4,"text":"καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":5,"text":"καὶ ὅσοι ⸀ἂν μὴ ⸀δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":6,"text":"ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":7,"text":"Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθη ἐκ νεκρῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":8,"text":"ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τις τῶν ἀρχαίων ἀνέστη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":9,"text":"⸂εἶπεν δὲ⸃ ⸀ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":10,"text":"Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":11,"text":"οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":12,"text":"Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντες εἰς τὰς κύκλῳ κώμας ⸀καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":13,"text":"εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν⸃. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε⸃ καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":14,"text":"ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":15,"text":"καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλιναν ἅπαντας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":16,"text":"λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναι τῷ ὄχλῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":17,"text":"καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":18,"text":"Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν⸃ εἶναι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":19,"text":"οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":20,"text":"εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς⸃ εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":21,"text":"Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειν τοῦτο, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":22,"text":"εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":23,"text":"Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":24,"text":"ὃς γὰρ ⸀ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":25,"text":"τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":26,"text":"ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":27,"text":"λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ ⸀ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":28,"text":"Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":29,"text":"καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":30,"text":"καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":31,"text":"οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":32,"text":"ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":33,"text":"καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":34,"text":"ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς⸃ εἰς τὴν νεφέλην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":35,"text":"καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":36,"text":"καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":37,"text":"Ἐγένετο ⸀δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":38,"text":"καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν⸃, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":39,"text":"καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":40,"text":"καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":41,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":42,"text":"ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":43,"text":"ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":44,"text":"Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":45,"text":"οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":46,"text":"Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":47,"text":"ὁ δὲ Ἰησοῦς ⸀εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίον ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":48,"text":"καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστιν μέγας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":49,"text":"Ἀποκριθεὶς ⸀δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":50,"text":"⸂εἶπεν δὲ⸃ πρὸς αὐτὸν ⸀ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν⸃ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":51,"text":"Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον ⸀ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":52,"text":"καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡς ἑτοιμάσαι αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":53,"text":"καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":54,"text":"ἰδόντες δὲ οἱ ⸀μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":55,"text":"στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":56,"text":"⸀καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":57,"text":"⸀Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν ⸀ἀπέρχῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":58,"text":"καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":59,"text":"εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε, ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον⸃ θάψαι τὸν πατέρα μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":60,"text":"εἶπεν δὲ ⸀αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":61,"text":"εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":9,"verse":62,"text":"εἶπεν δὲ ⸂ὁ Ἰησοῦς⸃· Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖρα ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ⸃ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":1,"text":"Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":2,"text":"ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ⸃ εἰς τὸν θερισμὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":3,"text":"ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":4,"text":"μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":5,"text":"εἰς ἣν δʼ ἂν ⸂εἰσέλθητε οἰκίαν⸃ πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":6,"text":"καὶ ἐὰν ⸂ᾖ ἐκεῖ⸃ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":7,"text":"ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":8,"text":"καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":9,"text":"καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":10,"text":"εἰς ἣν δʼ ἂν πόλιν ⸀εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":11,"text":"Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας⸃ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":12,"text":"λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":13,"text":"Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι μετενόησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":14,"text":"πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":15,"text":"καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ⸃; ἕως ⸀τοῦ ᾅδου ⸀καταβιβασθήσῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":16,"text":"Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":17,"text":"Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":18,"text":"εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":19,"text":"ἰδοὺ ⸀δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":20,"text":"πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":21,"text":"Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ πνεύματι ⸂τῷ ἁγίῳ⸃ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο⸃ ἔμπροσθέν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":22,"text":"⸀πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":23,"text":"Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":24,"text":"λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":25,"text":"Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":26,"text":"ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":27,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ⸃ σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ⸃ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":28,"text":"εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":29,"text":"Ὁ δὲ θέλων ⸀δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":30,"text":"ὑπολαβὼν ⸀δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":31,"text":"κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":32,"text":"ὁμοίως δὲ καὶ ⸀Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":33,"text":"Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼν ἐσπλαγχνίσθη, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":34,"text":"καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":35,"text":"καὶ ἐπὶ τὴν ⸀αὔριον ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν⸃ τῷ πανδοχεῖ καὶ ⸀εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":36,"text":"⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":37,"text":"ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":38,"text":"⸂Ἐν δὲ⸃ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":39,"text":"καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ, ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς⸃ τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":40,"text":"ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":41,"text":"ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":10,"verse":42,"text":"⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός⸃· ⸂Μαριὰμ γὰρ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":1,"text":"Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":2,"text":"εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· ⸀Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία ⸀σου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":3,"text":"τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":4,"text":"καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς ⸀πειρασμόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":5,"text":"Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":6,"text":"ἐπειδὴ φίλος ⸀μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":7,"text":"κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":8,"text":"λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ⸂φίλον αὐτοῦ⸃, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸀ὅσων χρῄζει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":9,"text":"Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":10,"text":"πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":11,"text":"τίνα δὲ ⸀ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ ⸀υἱὸς ἰχθύν, ⸀καὶ ἀντὶ ἰχθύος ὄφιν ⸂αὐτῷ ἐπιδώσει⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":12,"text":"ἢ καὶ ⸀αἰτήσει ᾠόν, ⸀ἐπιδώσει αὐτῷ σκορπίον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":13,"text":"εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":14,"text":"Καὶ ἦν ἐκβάλλων ⸀δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":15,"text":"τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ⸀τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":16,"text":"ἕτεροι δὲ πειράζοντες σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":17,"text":"αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":18,"text":"εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":19,"text":"εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ⸃ ἔσονται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":20,"text":"εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":21,"text":"ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":22,"text":"ἐπὰν ⸀δὲ ἰσχυρότερος ⸀αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":23,"text":"ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":24,"text":"Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ ⸀εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":25,"text":"καὶ ἐλθὸν ⸀εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":26,"text":"τότε πορεύεται καὶ παραλαμβάνει ⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά⸃, καὶ ⸀εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":27,"text":"Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ⸂φωνὴν γυνὴ⸃ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":28,"text":"αὐτὸς δὲ εἶπεν· ⸀Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντες. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":29,"text":"Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰ αὕτη ⸀γενεὰ πονηρά ἐστιν· σημεῖον ⸀ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":30,"text":"καθὼς γὰρ ἐγένετο ⸀Ἰωνᾶς ⸂τοῖς Νινευίταις σημεῖον⸃, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":31,"text":"βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":32,"text":"ἄνδρες ⸀Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":33,"text":"⸀Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγος βλέπωσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":34,"text":"ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σου. ⸀ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":35,"text":"σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":36,"text":"εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι⸃ σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":37,"text":"Ἐν δὲ τῷ λαλῆσαι ⸀ἐρωτᾷ αὐτὸν ⸀Φαρισαῖος ὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":38,"text":"ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":39,"text":"εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":40,"text":"ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":41,"text":"πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":42,"text":"Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀παρεῖναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":43,"text":"οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":44,"text":"οὐαὶ ⸀ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι ⸀οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":45,"text":"Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":46,"text":"ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":47,"text":"οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":48,"text":"ἄρα ⸂μάρτυρές ἐστε⸃ καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":49,"text":"διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸀διώξουσιν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":50,"text":"ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":51,"text":"⸀ἀπὸ αἵματος Ἅβελ ⸀ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":52,"text":"οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":53,"text":"⸂Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ⸃ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":11,"verse":54,"text":"ἐνεδρεύοντες ⸀αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":1,"text":"Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ⸂ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":2,"text":"οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":3,"text":"ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":4,"text":"Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":5,"text":"ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ⸂ἔχοντα ἐξουσίαν⸃ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":6,"text":"οὐχὶ πέντε στρουθία ⸀πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":7,"text":"ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· ⸀μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":8,"text":"Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ⸀ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":9,"text":"ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":10,"text":"καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":11,"text":"ὅταν δὲ ⸀εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ ⸀μεριμνήσητε πῶς ⸂ἢ τί⸃ ἀπολογήσησθε ἢ τί εἴπητε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":12,"text":"τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":13,"text":"Εἶπεν δέ τις ⸂ἐκ τοῦ ὄχλου αὐτῷ⸃· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":14,"text":"ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν ⸀κριτὴν ἢ μεριστὴν ἐφʼ ὑμᾶς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":15,"text":"εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ ⸀πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ ⸀αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων ⸀αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":16,"text":"εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":17,"text":"καὶ διελογίζετο ἐν ⸀ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":18,"text":"καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα ⸂τὸν σῖτον⸃ καὶ τὰ ἀγαθά μου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":19,"text":"καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":20,"text":"εἶπεν δὲ αὐτῷ ὁ θεός· ⸀Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ⸀ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":21,"text":"οὕτως ὁ θησαυρίζων ⸀ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":22,"text":"Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ⸂λέγω ὑμῖν⸃, μὴ μεριμνᾶτε τῇ ⸀ψυχῇ τί φάγητε, μηδὲ τῷ ⸀σώματι τί ἐνδύσησθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":23,"text":"ἡ ⸀γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":24,"text":"κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":25,"text":"τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι⸃ ⸀πῆχυν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":26,"text":"εἰ οὖν ⸀οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":27,"text":"κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":28,"text":"εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":29,"text":"καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ⸀καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":30,"text":"ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ⸀ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":31,"text":"πλὴν ζητεῖτε τὴν βασιλείαν ⸀αὐτοῦ, καὶ ⸀ταῦτα προστεθήσεται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":32,"text":"Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":33,"text":"πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":34,"text":"ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":35,"text":"Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":36,"text":"καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":37,"text":"μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":38,"text":"⸂κἂν ἐν τῇ δευτέρᾳ κἂν⸃ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί ⸀εἰσιν ἐκεῖνοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":39,"text":"Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ⸂οὐκ ἂν⸃ ἀφῆκεν ⸀διορυχθῆναι τὸν οἶκον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":40,"text":"καὶ ⸀ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":41,"text":"Εἶπεν ⸀δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":42,"text":"⸂καὶ εἶπεν⸃ ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ⸀ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ ⸀τὸ σιτομέτριον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":43,"text":"μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":44,"text":"ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":45,"text":"ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":46,"text":"ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":47,"text":"ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ⸀αὐτοῦ καὶ μὴ ἑτοιμάσας ⸀ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":48,"text":"ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":49,"text":"Πῦρ ἦλθον βαλεῖν ⸀ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":50,"text":"βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ⸀ὅτου τελεσθῇ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":51,"text":"δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":52,"text":"ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ⸂ἑνὶ οἴκῳ⸃ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":53,"text":"⸀διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ⸀ἐπὶ ⸀θυγατέρα καὶ θυγάτηρ ἐπὶ ⸂τὴν μητέρα⸃, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν ⸀πενθεράν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":54,"text":"Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ⸀ἴδητε νεφέλην ἀνατέλλουσαν ⸀ἐπὶ δυσμῶν, εὐθέως λέγετε ⸀ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":55,"text":"καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":56,"text":"ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν ⸂δὲ καιρὸν⸃ τοῦτον πῶς ⸂οὐκ οἴδατε δοκιμάζειν⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":57,"text":"Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":58,"text":"ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε ⸀παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε ⸀βαλεῖ εἰς φυλακήν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":12,"verse":59,"text":"λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ⸂καὶ τὸ⸃ ἔσχατον λεπτὸν ἀποδῷς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":1,"text":"Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":2,"text":"καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ⸀ταῦτα πεπόνθασιν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":3,"text":"οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ⸀ὁμοίως ἀπολεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":4,"text":"ἢ ἐκεῖνοι οἱ ⸀δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ⸀αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας ⸀τοὺς ἀνθρώπους τοὺς ⸀κατοικοῦντας Ἰερουσαλήμ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":5,"text":"οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ ⸀μετανοῆτε πάντες ⸀ὡσαύτως ἀπολεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":6,"text":"Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις ⸂πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ⸃, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":7,"text":"εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ⸂ἀφʼ οὗ⸃ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ⸀ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":8,"text":"ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":9,"text":"κἂν μὲν ποιήσῃ καρπὸν ⸂εἰς τὸ μέλλον— εἰ δὲ μήγε,⸃ ἐκκόψεις αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":10,"text":"Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":11,"text":"καὶ ἰδοὺ ⸀γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη ⸀δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":12,"text":"ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":13,"text":"καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":14,"text":"ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ⸀ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ⸀αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":15,"text":"ἀπεκρίθη ⸀δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ⸀ἀπαγαγὼν ποτίζει; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":16,"text":"ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":17,"text":"καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":18,"text":"Ἔλεγεν ⸀οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":19,"text":"ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς ⸀δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":20,"text":"⸀Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":21,"text":"ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":22,"text":"Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ⸀Ἱεροσόλυμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":23,"text":"εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":24,"text":"Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς ⸀θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":25,"text":"ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· ⸀Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":26,"text":"τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":27,"text":"καὶ ἐρεῖ ⸀λέγων ὑμῖν· Οὐκ ⸀οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ⸀ἐργάται ἀδικίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":28,"text":"ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ⸀ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":29,"text":"καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ⸀ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":30,"text":"καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":31,"text":"Ἐν αὐτῇ τῇ ⸀ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":32,"text":"καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ⸀ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":33,"text":"πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":34,"text":"Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":13,"verse":35,"text":"ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ⸀ὑμῶν. λέγω ⸀δὲ ⸀ὑμῖν, οὐ μὴ ⸂ἴδητέ με⸃ ἕως ⸂ἥξει ὅτε⸃ εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":1,"text":"Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":2,"text":"καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":3,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιν τῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":4,"text":"οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":5,"text":"⸀καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐν ἡμέρᾳ τοῦ σαββάτου; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":6,"text":"καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναι πρὸς ταῦτα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":7,"text":"Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":8,"text":"Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":9,"text":"καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":10,"text":"ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντων τῶν συνανακειμένων σοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":11,"text":"ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":12,"text":"Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε⸃ καὶ γένηται ⸂ἀνταπόδομά σοι⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":13,"text":"ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς⸃, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":14,"text":"καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":15,"text":"Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστις φάγεται ⸀ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":16,"text":"ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":17,"text":"καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":18,"text":"καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι⸃. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":19,"text":"καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":20,"text":"καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":21,"text":"καὶ παραγενόμενος ὁ ⸀δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς⸃ εἰσάγαγε ὧδε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":22,"text":"καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":23,"text":"καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος⸃· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":24,"text":"λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":25,"text":"Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":26,"text":"Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ⸃, οὐ δύναται ⸂εἶναί μου μαθητής⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":27,"text":"⸀ὅστις οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":28,"text":"τίς γὰρ ἐξ ⸀ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχει εἰς ἀπαρτισμόν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":29,"text":"ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":30,"text":"λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":31,"text":"ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν⸃ εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":32,"text":"εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω⸃ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ πρὸς εἰρήνην. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":33,"text":"οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου⸃ μαθητής. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":34,"text":"Καλὸν ⸀οὖν τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":14,"verse":35,"text":"οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":1,"text":"Ἦσαν δὲ ⸂αὐτῷ ἐγγίζοντες⸃ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":2,"text":"καὶ διεγόγγυζον οἵ ⸀τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":3,"text":"εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":4,"text":"Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ⸀ἀπολέσας ⸂ἐξ αὐτῶν ἓν⸃ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":5,"text":"καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ⸀αὐτοῦ χαίρων, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":6,"text":"καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":7,"text":"λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ⸂ἐν τῷ οὐρανῷ ἔσται⸃ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":8,"text":"Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸀οὗ εὕρῃ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":9,"text":"καὶ εὑροῦσα ⸀συγκαλεῖ τὰς φίλας ⸀καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":10,"text":"οὕτως, λέγω ὑμῖν, ⸂γίνεται χαρὰ⸃ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":11,"text":"Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":12,"text":"καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲ⸃ διεῖλεν αὐτοῖς τὸν βίον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":13,"text":"καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸀πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":14,"text":"δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":15,"text":"καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":16,"text":"καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":17,"text":"εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε⸃ ἀπόλλυμαι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":18,"text":"ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":19,"text":"⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":20,"text":"καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":21,"text":"εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ⸃· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":22,"text":"εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ⸀Ταχὺ ⸀ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":23,"text":"καὶ ⸀φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":24,"text":"ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ⸂ἦν ἀπολωλὼς⸃ καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":25,"text":"Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":26,"text":"καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ⸀ἂν εἴη ταῦτα· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":27,"text":"ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":28,"text":"ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ⸀δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":29,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ⸀αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":30,"text":"ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχον⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":31,"text":"ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":15,"verse":32,"text":"εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ⸀ἔζησεν, καὶ ⸀ἀπολωλὼς καὶ εὑρέθη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":1,"text":"Ἔλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":2,"text":"καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ ἔτι οἰκονομεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":3,"text":"εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":4,"text":"ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":5,"text":"καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":6,"text":"ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ καθίσας ταχέως γράψον πεντήκοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":7,"text":"ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα⸃ καὶ γράψον ὀγδοήκοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":8,"text":"καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":9,"text":"καὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε⸃ φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":10,"text":"Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":11,"text":"εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":12,"text":"καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον τίς ⸂δώσει ὑμῖν⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":13,"text":"οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":14,"text":"Ἤκουον δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":15,"text":"καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":16,"text":"Ὁ νόμος καὶ οἱ προφῆται ⸀μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":17,"text":"Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":18,"text":"Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":19,"text":"Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":20,"text":"πτωχὸς δέ ⸀τις ὀνόματι ⸀Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":21,"text":"καὶ ἐπιθυμῶν χορτασθῆναι ⸀ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸀ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":22,"text":"ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":23,"text":"καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ⸀ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":24,"text":"καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":25,"text":"εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ⸀ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":26,"text":"καὶ ⸀ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, ⸀μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":27,"text":"εἶπεν δέ· Ἐρωτῶ ⸂σε οὖν⸃, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":28,"text":"ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":29,"text":"λέγει ⸀δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":30,"text":"ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":16,"verse":31,"text":"εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":1,"text":"Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν⸃, ⸂πλὴν οὐαὶ⸃ διʼ οὗ ἔρχεται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":2,"text":"λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":3,"text":"προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":4,"text":"καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ εἰς σὲ καὶ ⸀ἑπτάκις ἐπιστρέψῃ ⸂πρὸς σὲ⸃ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":5,"text":"Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":6,"text":"εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":7,"text":"Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":8,"text":"ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":9,"text":"μὴ ⸂ἔχει χάριν⸃ τῷ ⸀δούλῳ ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":10,"text":"οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":11,"text":"Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":12,"text":"καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":13,"text":"καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":14,"text":"καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":15,"text":"εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":16,"text":"καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":17,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":18,"text":"οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":19,"text":"καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":20,"text":"Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":21,"text":"οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":22,"text":"Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":23,"text":"καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε⸃· μὴ ἀπέλθητε μηδὲ διώξητε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":24,"text":"ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν⸃ οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":25,"text":"πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":26,"text":"καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":27,"text":"ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":28,"text":"ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":29,"text":"ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":30,"text":"κατὰ ⸂τὰ αὐτὰ⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":31,"text":"ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":32,"text":"μνημονεύετε τῆς γυναικὸς Λώτ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":33,"text":"ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι ἀπολέσει αὐτήν, ⸂ὃς δʼ ἂν⸃ ⸀ἀπολέσῃ ζῳογονήσει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":34,"text":"λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":35,"text":"⸂ἔσονται δύο⸃ ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ μία παραλημφθήσεται ⸂ἡ δὲ⸃ ἑτέρα ⸀ἀφεθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":17,"verse":37,"text":"καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":1,"text":"Ἔλεγεν ⸀δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι ⸀αὐτοὺς καὶ μὴ ἐγκακεῖν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":2,"text":"λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":3,"text":"χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":4,"text":"καὶ οὐκ ⸀ἤθελεν ἐπὶ χρόνον, μετὰ ⸂ταῦτα δὲ⸃ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι ⸂οὐδὲ ἄνθρωπον⸃ ἐντρέπομαι, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":5,"text":"διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":6,"text":"εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":7,"text":"ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων ⸀αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ ⸀μακροθυμεῖ ἐπʼ αὐτοῖς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":8,"text":"λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":9,"text":"Εἶπεν δὲ ⸀καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":10,"text":"Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ⸀ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":11,"text":"ὁ Φαρισαῖος σταθεὶς ⸂πρὸς ἑαυτὸν ταῦτα⸃ προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ⸀ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":12,"text":"νηστεύω δὶς τοῦ σαββάτου, ⸀ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":13,"text":"⸂ὁ δὲ⸃ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ⸂ἐπᾶραι εἰς τὸν οὐρανόν⸃, ἀλλʼ ⸀ἔτυπτε τὸ στῆθος ⸀αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":14,"text":"λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ⸂παρʼ ἐκεῖνον⸃· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":15,"text":"Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ⸀ἐπετίμων αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":16,"text":"ὁ δὲ Ἰησοῦς ⸂προσεκαλέσατο αὐτὰ λέγων⸃· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":17,"text":"ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":18,"text":"Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":19,"text":"εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":20,"text":"τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":21,"text":"ὁ δὲ εἶπεν· Ταῦτα πάντα ⸀ἐφύλαξα ἐκ νεότητος ⸀μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":22,"text":"ἀκούσας ⸀δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":23,"text":"ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":24,"text":"Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται⸃· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":25,"text":"εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης⸃ εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":26,"text":"Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":27,"text":"ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":28,"text":"Εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντες τὰ ἴδια⸃ ἠκολουθήσαμέν σοι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":29,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ⸂γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς⸃ ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":30,"text":"ὃς ⸀οὐχὶ μὴ ⸀ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":31,"text":"Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς ⸀Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":32,"text":"παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":33,"text":"καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":34,"text":"καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":35,"text":"Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ⸀ἐπαιτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":36,"text":"ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο ⸀τί εἴη τοῦτο· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":37,"text":"ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":38,"text":"καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":39,"text":"καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα ⸀σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":40,"text":"σταθεὶς δὲ ⸀ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":41,"text":"⸀Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":42,"text":"καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":18,"verse":43,"text":"καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":1,"text":"Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":2,"text":"καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ⸀καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ ⸀αὐτὸς πλούσιος· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":3,"text":"καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":4,"text":"καὶ προδραμὼν ⸂εἰς τὸ⸃ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":5,"text":"καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":6,"text":"καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":7,"text":"καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":8,"text":"σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά ⸂μου τῶν ὑπαρχόντων⸃, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι⸃, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":9,"text":"εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":10,"text":"ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":11,"text":"Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν⸃ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":12,"text":"εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":13,"text":"καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε ⸂ἐν ᾧ⸃ ἔρχομαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":14,"text":"οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":15,"text":"καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκει τὸ ἀργύριον, ἵνα ⸀γνοῖ τί ⸀διεπραγματεύσαντο. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":16,"text":"παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο⸃ μνᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":17,"text":"καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":18,"text":"καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":19,"text":"εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου⸃ πέντε πόλεων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":20,"text":"καὶ ⸀ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":21,"text":"ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":22,"text":"⸀λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":23,"text":"καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον⸃ ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":24,"text":"καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":25,"text":"καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":26,"text":"⸀λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":27,"text":"πλὴν τοὺς ἐχθρούς μου ⸀τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":28,"text":"Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":29,"text":"Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":30,"text":"⸀λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ λύσαντες αὐτὸν ἀγάγετε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":31,"text":"καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":32,"text":"ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":33,"text":"λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":34,"text":"οἱ δὲ εἶπαν ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":35,"text":"καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":36,"text":"πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶν ἐν τῇ ὁδῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":37,"text":"ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶν ὧν εἶδον δυνάμεων, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":38,"text":"λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺς ἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη⸃ καὶ δόξα ἐν ὑψίστοις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":39,"text":"καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":40,"text":"καὶ ἀποκριθεὶς ⸀εἶπεν· Λέγω ὑμῖν, ⸀ὅτι ἐὰν οὗτοι ⸀σιωπήσουσιν, οἱ λίθοι ⸀κράξουσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":41,"text":"Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":42,"text":"λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ⸃ τὰ πρὸς ⸀εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":43,"text":"ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":44,"text":"καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί⸃, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":45,"text":"Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":46,"text":"λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται⸃ ὁ οἶκός μου οἶκος ⸀προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":47,"text":"Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":19,"verse":48,"text":"καὶ οὐχ ⸀εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":1,"text":"Καὶ ἐγένετο ἐν μιᾷ τῶν ⸀ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":2,"text":"καὶ εἶπαν ⸂λέγοντες πρὸς αὐτόν⸃· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":3,"text":"ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς ⸀κἀγὼ λόγον, καὶ εἴπατέ μοι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":4,"text":"Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":5,"text":"οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":6,"text":"ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ⸂ὁ λαὸς ἅπας⸃ καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":7,"text":"καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":8,"text":"καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":9,"text":"Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ⸀Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":10,"text":"⸀καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες⸃ κενόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":11,"text":"καὶ προσέθετο ⸂ἕτερον πέμψαι⸃ δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":12,"text":"καὶ προσέθετο ⸂τρίτον πέμψαι⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":13,"text":"εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":14,"text":"ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":15,"text":"καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":16,"text":"ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":17,"text":"ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":18,"text":"πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":19,"text":"καὶ ἐζήτησαν οἱ ⸂γραμματεῖς καὶ οἱ ἀρχιερεῖς⸃ ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν ⸂τὸν λαόν⸃, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸂εἶπεν τὴν παραβολὴν ταύτην⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":20,"text":"Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ⸀ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":21,"text":"καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":22,"text":"ἔξεστιν ⸀ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":23,"text":"κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς ⸀αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":24,"text":"⸀Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ⸀ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":25,"text":"ὁ δὲ εἶπεν ⸂πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":26,"text":"καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι ⸀τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":27,"text":"Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ⸀ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":28,"text":"λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ⸀ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":29,"text":"ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":30,"text":"καὶ ⸂ὁ δεύτερος⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":31,"text":"καὶ ὁ τρίτος ἔλαβεν ⸀αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":32,"text":"ὕστερον ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":33,"text":"⸂ἡ γυνὴ οὖν ἐν τῇ⸃ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":34,"text":"⸀Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ⸀γαμίσκονται, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":35,"text":"οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":36,"text":"⸀οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί ⸀εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":37,"text":"ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ ⸀καὶ θεὸν Ἰσαὰκ ⸁καὶ θεὸν Ἰακώβ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":38,"text":"θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":39,"text":"ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":40,"text":"οὐκέτι ⸀γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":41,"text":"Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν ⸂εἶναι Δαυὶδ υἱόν⸃; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":42,"text":"⸂αὐτὸς γὰρ⸃ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· ⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":43,"text":"ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":44,"text":"Δαυὶδ οὖν ⸂αὐτὸν κύριον⸃ καλεῖ, καὶ πῶς ⸂αὐτοῦ υἱός⸃ ἐστιν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":45,"text":"Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς ⸀μαθηταῖς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":46,"text":"Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":20,"verse":47,"text":"οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":1,"text":"Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν⸃ πλουσίους. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":2,"text":"εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":3,"text":"καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":4,"text":"⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":5,"text":"Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":6,"text":"Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ ὃς οὐ καταλυθήσεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":7,"text":"Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":8,"text":"ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":9,"text":"ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":10,"text":"τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":11,"text":"σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα⸃ ἔσται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":12,"text":"Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":13,"text":"⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":14,"text":"⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":15,"text":"ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":16,"text":"παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":17,"text":"καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":18,"text":"καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":19,"text":"ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":20,"text":"Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":21,"text":"τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":22,"text":"ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":23,"text":"⸀οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ τῷ λαῷ τούτῳ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":24,"text":"καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ ⸀πληρωθῶσιν καιροὶ ἐθνῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":25,"text":"Καὶ ⸀ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους θαλάσσης καὶ σάλου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":26,"text":"ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":27,"text":"καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":28,"text":"ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":29,"text":"Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":30,"text":"ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":31,"text":"οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":32,"text":"ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":33,"text":"ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":34,"text":"Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος⸃ ἡ ἡμέρα ἐκείνη ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":35,"text":"ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":36,"text":"ἀγρυπνεῖτε ⸀δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε ἐκφυγεῖν ⸀ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":37,"text":"Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων⸃, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":21,"verse":38,"text":"καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":1,"text":"Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":2,"text":"καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":3,"text":"Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":4,"text":"καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":5,"text":"καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":6,"text":"καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":7,"text":"Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗ ἔδει θύεσθαι τὸ πάσχα· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":8,"text":"καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":9,"text":"οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":10,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν⸃ εἰσπορεύεται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":11,"text":"καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":12,"text":"κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":13,"text":"ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":14,"text":"Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ ἀπόστολοι σὺν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":15,"text":"καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":16,"text":"λέγω γὰρ ὑμῖν ⸀ὅτι οὐ μὴ φάγω ⸀αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":17,"text":"καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς⸃· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":18,"text":"λέγω γὰρ ὑμῖν, ⸀οὐ μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ⸃ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":19,"text":"καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":20,"text":"⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":21,"text":"πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":22,"text":"⸂ὅτι ὁ υἱὸς μὲν⸃ τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται⸃, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":23,"text":"καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":24,"text":"Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":25,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":26,"text":"ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":27,"text":"τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι⸃ ὡς ὁ διακονῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":28,"text":"Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":29,"text":"κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":30,"text":"ἵνα ⸀ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου⸃, καὶ ⸀καθήσεσθε ἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες⸃ τοῦ Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":31,"text":"⸀Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":32,"text":"ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισον τοὺς ἀδελφούς σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":33,"text":"ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":34,"text":"ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσει σήμερον ἀλέκτωρ ⸀ἕως τρίς ⸂με ἀπαρνήσῃ εἰδέναι⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":35,"text":"Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":36,"text":"εἶπεν ⸀δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω μάχαιραν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":37,"text":"λέγω γὰρ ὑμῖν ⸀ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":38,"text":"οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":39,"text":"Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":40,"text":"γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":41,"text":"καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":42,"text":"λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε ⸂τοῦτο τὸ ποτήριον⸃ ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":43,"text":"⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":44,"text":"καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":45,"text":"καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς⸃ ἀπὸ τῆς λύπης, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":46,"text":"καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":47,"text":"⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":48,"text":"⸂Ἰησοῦς δὲ⸃ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":49,"text":"ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":50,"text":"καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον⸃ καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ⸃ τὸ δεξιόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":51,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου ἰάσατο αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":52,"text":"εἶπεν ⸀δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":53,"text":"καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν⸃ ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":54,"text":"Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":55,"text":"⸀περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων ἐκάθητο ὁ Πέτρος ⸀μέσος αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":56,"text":"ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":57,"text":"ὁ δὲ ⸀ἠρνήσατο λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":58,"text":"καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":59,"text":"καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":60,"text":"εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":61,"text":"καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον ἀπαρνήσῃ με τρίς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":62,"text":"καὶ ἐξελθὼν ⸀ἔξω ἔκλαυσεν πικρῶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":63,"text":"Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":64,"text":"καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων⸃ λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":65,"text":"καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":66,"text":"Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τε καὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":67,"text":"λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":68,"text":"ἐὰν ⸀δὲ ἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":69,"text":"ἀπὸ τοῦ νῦν ⸀δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":70,"text":"εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":22,"verse":71,"text":"οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν⸃; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":1,"text":"Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":2,"text":"ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶν καὶ κωλύοντα ⸂φόρους Καίσαρι⸃ διδόναι ⸀καὶ λέγοντα ⸀αὑτὸν χριστὸν βασιλέα εἶναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":3,"text":"ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":4,"text":"ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":5,"text":"οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":6,"text":"Πιλᾶτος δὲ ⸀ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":7,"text":"καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":8,"text":"ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ⸂ἐξ ἱκανῶν χρόνων θέλων⸃ ἰδεῖν αὐτὸν διὰ τὸ ⸀ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":9,"text":"ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":10,"text":"εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":11,"text":"ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":12,"text":"ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος⸃ ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":13,"text":"Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":14,"text":"εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":15,"text":"ἀλλʼ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς⸃· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":16,"text":"παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":18,"text":"⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":19,"text":"ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":20,"text":"πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":21,"text":"οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου⸃ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":22,"text":"ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":23,"text":"οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":24,"text":"⸀καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":25,"text":"ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":26,"text":"Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον⸃ ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":27,"text":"Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":28,"text":"στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":29,"text":"ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":30,"text":"τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":31,"text":"ὅτι εἰ ἐν ⸀τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":32,"text":"Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο⸃ σὺν αὐτῷ ἀναιρεθῆναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":33,"text":"καὶ ὅτε ⸀ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":34,"text":"⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":35,"text":"καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":36,"text":"⸀ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξος προσφέροντες αὐτῷ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":37,"text":"καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":38,"text":"ἦν δὲ καὶ ⸀ἐπιγραφὴ ἐπʼ ⸀αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":39,"text":"Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων· ⸀Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":40,"text":"ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη⸃· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":41,"text":"καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":42,"text":"καὶ ⸀ἔλεγεν· Ἰησοῦ, μνήσθητί ⸀μου ὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ⸃ σου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":43,"text":"καὶ εἶπεν ⸀αὐτῷ· Ἀμήν ⸂σοι λέγω⸃ σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":44,"text":"⸂Καὶ ἦν⸃ ⸀ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":45,"text":"⸂τοῦ ἡλίου ἐκλιπόντος⸃, ἐσχίσθη ⸀δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":46,"text":"καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαι τὸ πνεῦμά μου. ⸂τοῦτο δὲ⸃ εἰπὼν ἐξέπνευσεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":47,"text":"Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":48,"text":"καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντες τὰ γενόμενα, ⸀τύπτοντες τὰ στήθη ὑπέστρεφον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":49,"text":"εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ ⸀μακρόθεν, καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":50,"text":"Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ⸀ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":51,"text":"οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς ⸀προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":52,"text":"οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":53,"text":"καὶ ⸀καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω⸃ κείμενος. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":54,"text":"καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":55,"text":"κατακολουθήσασαι δὲ ⸀αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ⸃, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":23,"verse":56,"text":"ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":1,"text":"τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθον⸃ φέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":2,"text":"εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":3,"text":"⸂εἰσελθοῦσαι δὲ⸃ οὐχ εὗρον τὸ ⸀σῶμα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":4,"text":"καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":5,"text":"ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα⸃ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":6,"text":"⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":7,"text":"λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ⸃ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":8,"text":"καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":9,"text":"καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":10,"text":"ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":11,"text":"καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸀ταῦτα, καὶ ἠπίστουν αὐταῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":12,"text":"⸂Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ⸀ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ⸀αὑτὸν θαυμάζων τὸ γεγονός.⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":13,"text":"Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι⸃ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":14,"text":"καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":15,"text":"καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":16,"text":"οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":17,"text":"εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησαν σκυθρωποί. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":18,"text":"ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματι⸃ Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":19,"text":"καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":20,"text":"ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":21,"text":"ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγει ἀφʼ οὗ ταῦτα ἐγένετο. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":22,"text":"ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":23,"text":"καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":24,"text":"καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":25,"text":"καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":26,"text":"οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":27,"text":"καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":28,"text":"Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο ⸀πορρώτερον πορεύεσθαι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":29,"text":"καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":30,"text":"καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":31,"text":"αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":32,"text":"καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖν⸃ ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":33,"text":"καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":34,"text":"λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριος⸃ καὶ ὤφθη Σίμωνι. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":35,"text":"καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":36,"text":"Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς ἔστη ἐν μέσῳ ⸀αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":37,"text":"πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":38,"text":"καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ⸃ ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":39,"text":"ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός⸃· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":40,"text":"⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃ ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":41,"text":"ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":42,"text":"οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":43,"text":"καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":44,"text":"Εἶπεν δὲ ⸂πρὸς αὐτούς⸃· Οὗτοι οἱ λόγοι ⸀μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":45,"text":"τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":46,"text":"καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":47,"text":"καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":48,"text":"ὑμεῖς ⸀ἐστε μάρτυρες τούτων. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":49,"text":"καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":50,"text":"Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως ⸀πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":51,"text":"καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]⸃. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":52,"text":"καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν]⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Luke","chapter":24,"verse":53,"text":"καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντες τὸν ⸀θεόν. ","greek_name":"ΚΑΤΑ.ΛΟΥΚΑΝ"} {"book":"Mark","chapter":1,"verse":1,"text":"Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ ⸀χριστοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":2,"text":"⸀Καθὼς γέγραπται ἐν ⸂τῷ Ἠσαΐᾳ τῷ προφήτῃ⸃· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν ⸀σου· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":3,"text":"φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":4,"text":"ἐγένετο Ἰωάννης ⸀ὁ βαπτίζων ἐν τῇ ⸀ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":5,"text":"καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται ⸂πάντες, καὶ ἐβαπτίζοντο⸃ ⸂ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":6,"text":"⸂καὶ ἦν⸃ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":7,"text":"καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":8,"text":"⸀ἐγὼ ἐβάπτισα ⸀ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ⸀ἐν πνεύματι ἁγίῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":9,"text":"Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ⸂εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":10,"text":"καὶ ⸀εὐθὺς ἀναβαίνων ⸀ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡς περιστερὰν καταβαῖνον ⸀εἰς αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":11,"text":"καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶ εὐδόκησα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":12,"text":"Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":13,"text":"καὶ ⸀ἦν ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας⸃ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":14,"text":"⸂Καὶ μετὰ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ ⸀εὐαγγέλιον τοῦ θεοῦ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":15,"text":"καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":16,"text":"⸂Καὶ παράγων⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸν Σίμωνος ⸀ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":17,"text":"καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":18,"text":"καὶ ⸀εὐθὺς ἀφέντες τὰ ⸀δίκτυα ἠκολούθησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":19,"text":"καὶ ⸀προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":20,"text":"καὶ ⸀εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":21,"text":"Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":22,"text":"καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":23,"text":"καὶ ⸀εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":24,"text":"λέγων· ⸀Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":25,"text":"καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":26,"text":"καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":27,"text":"καὶ ἐθαμβήθησαν ⸀ἅπαντες, ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή⸃· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":28,"text":"⸂καὶ ἐξῆλθεν⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":29,"text":"Καὶ ⸀εὐθὺς ἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντες ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":30,"text":"ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸀εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":31,"text":"καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς ⸀χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ ⸀πυρετός, καὶ διηκόνει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":32,"text":"Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":33,"text":"καὶ ⸂ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη⸃ πρὸς τὴν θύραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":34,"text":"καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":35,"text":"Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":36,"text":"καὶ ⸀κατεδίωξεν αὐτὸν ⸀Σίμων καὶ οἱ μετʼ αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":37,"text":"καὶ ⸂εὗρον αὐτὸν καὶ⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίν σε⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":38,"text":"καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":39,"text":"καὶ ⸀ἦλθεν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":40,"text":"Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":41,"text":"⸀καὶ ⸀ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο⸃ καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":42,"text":"καὶ ⸀εὐθὺς ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":43,"text":"καὶ ἐμβριμησάμενος αὐτῷ ⸀εὐθὺς ἐξέβαλεν αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":44,"text":"καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":1,"verse":45,"text":"ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ⸀ἐπʼ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸀πάντοθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":1,"text":"Καὶ ⸀εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ⸀ἡμερῶν ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ⸃ ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":2,"text":"⸀καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":3,"text":"καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":4,"text":"καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":5,"text":"⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":6,"text":"ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":7,"text":"Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":8,"text":"καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":9,"text":"τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":10,"text":"ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":11,"text":"Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":12,"text":"καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":13,"text":"Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":14,"text":"καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":15,"text":"Καὶ ⸀γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":16,"text":"καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων⸃ ⸀ἰδόντες ⸂ὅτι ἐσθίει⸃ μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν⸃ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ⸀ἐσθίει; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":17,"text":"καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλʼ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":18,"text":"Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":19,"text":"καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν⸃ οὐ δύνανται νηστεύειν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":20,"text":"ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":21,"text":"⸀Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν⸃· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπʼ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":22,"text":"καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος⸃ τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί⸃. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":23,"text":"Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι⸃ διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο⸃ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":24,"text":"καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":25,"text":"καὶ ⸀λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":26,"text":"⸀πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς⸃, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":27,"text":"καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":2,"verse":28,"text":"ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":1,"text":"Καὶ εἰσῆλθεν πάλιν ⸀εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":2,"text":"καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":3,"text":"καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν⸃· ⸀Ἔγειρε εἰς τὸ μέσον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":4,"text":"καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":5,"text":"καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":6,"text":"καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουν κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":7,"text":"Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν⸃ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":8,"text":"καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶ πέραν τοῦ Ἰορδάνου ⸁καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντες ὅσα ⸀ἐποίει ἦλθον πρὸς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":9,"text":"καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":10,"text":"πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":11,"text":"καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":12,"text":"καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν⸃ ⸀ποιήσωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":13,"text":"Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":14,"text":"καὶ ἐποίησεν ⸀δώδεκα, ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":15,"text":"καὶ ἔχειν ⸀ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":16,"text":"καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":17,"text":"καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":18,"text":"καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":19,"text":"καὶ Ἰούδαν ⸀Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":20,"text":"Καὶ ⸀ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲ ἄρτον φαγεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":21,"text":"καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":22,"text":"καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":23,"text":"καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":24,"text":"καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":25,"text":"καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται ⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":26,"text":"καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη, οὐ δύναται ⸀στῆναι ἀλλὰ τέλος ἔχει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":27,"text":"⸂ἀλλʼ οὐδεὶς δύναται⸃ ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη⸃ αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":28,"text":"Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":29,"text":"ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":30,"text":"ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":31,"text":"⸂Καὶ ἔρχονται⸃ ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ⸃ καὶ ἔξω ⸀στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντες αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":32,"text":"καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος⸃, ⸂καὶ λέγουσιν⸃ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":33,"text":"καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει⸃· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ οἱ ἀδελφοί ⸀μου; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":34,"text":"καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ⸃ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":3,"verse":35,"text":"ὃς ⸀γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴ καὶ μήτηρ ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":1,"text":"Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος, ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":2,"text":"καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":3,"text":"Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων σπεῖραι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":4,"text":"καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":5,"text":"⸂καὶ ἄλλο⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":6,"text":"⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος⸃ ⸀ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":7,"text":"καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":8,"text":"καὶ ⸀ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα, καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":9,"text":"καὶ ἔλεγεν· ⸂Ὃς ἔχει⸃ ὦτα ἀκούειν ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":10,"text":"⸂Καὶ ὅτε⸃ ἐγένετο κατὰ μόνας, ⸀ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":11,"text":"καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται⸃ τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":12,"text":"ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":13,"text":"Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":14,"text":"ὁ σπείρων τὸν λόγον σπείρει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":15,"text":"οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":16,"text":"καὶ οὗτοί εἰσιν ⸀ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":17,"text":"καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς σκανδαλίζονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":18,"text":"καὶ ⸀ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν⸃ οἱ τὸν λόγον ⸀ἀκούσαντες, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":19,"text":"καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":20,"text":"καὶ ⸀ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":21,"text":"Καὶ ἔλεγεν ⸀αὐτοῖς· Μήτι ⸂ἔρχεται ὁ λύχνος⸃ ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":22,"text":"οὐ γάρ ἐστιν ⸀κρυπτὸν ἐὰν μὴ ⸀ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":23,"text":"εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":24,"text":"καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ⸀ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":25,"text":"ὃς γὰρ ⸀ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":26,"text":"Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":27,"text":"καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":28,"text":"⸀αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα⸃ ⸂πλήρης σῖτον⸃ ἐν τῷ στάχυϊ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":29,"text":"ὅταν δὲ ⸀παραδοῖ ὁ καρπός, ⸀εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":30,"text":"Καὶ ἔλεγεν· ⸀Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι ⸂αὐτὴν παραβολῇ θῶμεν⸃; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":31,"text":"ὡς ⸀κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν⸃ πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς— ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":32,"text":"καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":33,"text":"Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":34,"text":"χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς⸃ ἐπέλυεν πάντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":35,"text":"Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":36,"text":"καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα ἦν μετʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":37,"text":"καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου⸃, ⸂καὶ τὰ⸃ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":38,"text":"καὶ ⸂αὐτὸς ἦν⸃ ⸀ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":39,"text":"καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":40,"text":"καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω ἔχετε πίστιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":4,"verse":41,"text":"καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":1,"text":"Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":2,"text":"καὶ ⸂ἐξελθόντος αὐτοῦ⸃ ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":3,"text":"ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι⸃ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":4,"text":"διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν⸃ δαμάσαι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":5,"text":"καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν⸃ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":6,"text":"⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ⸀αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":7,"text":"καὶ κράξας φωνῇ μεγάλῃ ⸀λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":8,"text":"ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":9,"text":"καὶ ἐπηρώτα αὐτόν· Τί ⸂ὄνομά σοι⸃; καὶ ⸂λέγει αὐτῷ⸃· ⸀Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":10,"text":"καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":11,"text":"ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":12,"text":"καὶ παρεκάλεσαν ⸀αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":13,"text":"καὶ ἐπέτρεψεν ⸀αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":14,"text":"⸂Καὶ οἱ⸃ βόσκοντες ⸀αὐτοὺς ἔφυγον καὶ ⸀ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":15,"text":"καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ⸀καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα, καὶ ἐφοβήθησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":16,"text":"⸂καὶ διηγήσαντο⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":17,"text":"καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":18,"text":"καὶ ⸀ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ⸂μετʼ αὐτοῦ ᾖ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":19,"text":"⸀καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλον αὐτοῖς ὅσα ⸂ὁ κύριός σοι⸃ πεποίηκεν καὶ ἠλέησέν σε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":20,"text":"καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":21,"text":"Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":22,"text":"⸀καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":23,"text":"καὶ ⸀παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ⸃ ⸀ἵνα σωθῇ καὶ ⸀ζήσῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":24,"text":"καὶ ἀπῆλθεν μετʼ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":25,"text":"καὶ ⸀γυνὴ οὖσα ἐν ῥύσει αἵματος ⸂δώδεκα ἔτη⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":26,"text":"καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":27,"text":"⸀ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":28,"text":"ἔλεγεν γὰρ ὅτι ⸂Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ⸃ σωθήσομαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":29,"text":"καὶ ⸀εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":30,"text":"καὶ ⸀εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":31,"text":"καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":32,"text":"καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":33,"text":"ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ⸀αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":34,"text":"ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":35,"text":"Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":36,"text":"ὁ δὲ Ἰησοῦς ⸀παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":37,"text":"καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂μετʼ αὐτοῦ⸃ συνακολουθῆσαι εἰ μὴ ⸀τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":38,"text":"καὶ ⸀ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":39,"text":"καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":40,"text":"καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":41,"text":"καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":42,"text":"καὶ ⸀εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺς ἐκστάσει μεγάλῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":5,"verse":43,"text":"καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":1,"text":"Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ⸀ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":2,"text":"καὶ γενομένου σαββάτου ἤρξατο ⸂διδάσκειν ἐν τῇ συναγωγῇ⸃· καὶ ⸀οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα ⸀τούτῳ, καὶ ⸀αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":3,"text":"οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς ⸀τῆς Μαρίας ⸂καὶ ἀδελφὸς⸃ Ἰακώβου καὶ ⸀Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":4,"text":"⸂καὶ ἔλεγεν⸃ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσιν αὐτοῦ⸃ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":5,"text":"καὶ οὐκ ἐδύνατο ἐκεῖ ⸂ποιῆσαι οὐδεμίαν δύναμιν⸃, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":6,"text":"καὶ ⸀ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":7,"text":"καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":8,"text":"καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ⸂ἄρτον, μὴ πήραν⸃, μὴ εἰς τὴν ζώνην χαλκόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":9,"text":"ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ⸀ἐνδύσησθε δύο χιτῶνας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":10,"text":"καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ⸀ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":11,"text":"καὶ ⸂ὃς ἂν τόπος μὴ δέξηται⸃ ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον ⸀αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":12,"text":"Καὶ ἐξελθόντες ⸀ἐκήρυξαν ἵνα ⸀μετανοῶσιν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":13,"text":"καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":14,"text":"Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ⸀ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ⸂ἐγήγερται ἐκ νεκρῶν⸃, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":15,"text":"ἄλλοι ⸀δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι ⸀προφήτης ὡς εἷς τῶν προφητῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":16,"text":"ἀκούσας δὲ ⸀ὁ Ἡρῴδης ⸀ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ⸀ἠγέρθη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":17,"text":"Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":18,"text":"ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":19,"text":"ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":20,"text":"ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ⸀ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":21,"text":"Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ⸀ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":22,"text":"καὶ εἰσελθούσης τῆς θυγατρὸς ⸂αὐτῆς τῆς⸃ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ⸂καὶ ἀρεσάσης⸃ τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, ⸂εἶπεν ὁ βασιλεὺς⸃ τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":23,"text":"καὶ ὤμοσεν ⸀αὐτῇ· ⸂Ὅ τι⸃ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":24,"text":"⸀καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":25,"text":"καὶ εἰσελθοῦσα ⸀εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ⸂ἐξαυτῆς δῷς μοι⸃ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":26,"text":"καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ⸀ἀνακειμένους οὐκ ἠθέλησεν ⸂ἀθετῆσαι αὐτήν⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":27,"text":"καὶ ⸀εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ⸀ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. ⸀καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":28,"text":"καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":29,"text":"καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":30,"text":"Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":31,"text":"καὶ ⸀λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":32,"text":"καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον⸃ κατʼ ἰδίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":33,"text":"καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":34,"text":"καὶ ἐξελθὼν ⸀εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ ⸀αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":35,"text":"Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":36,"text":"ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":37,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν αὐτοῖς φαγεῖν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":38,"text":"ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους⸃; ⸀ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":39,"text":"καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":40,"text":"καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ ἑκατὸν καὶ ⸁κατὰ πεντήκοντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":41,"text":"καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":42,"text":"καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":43,"text":"καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα⸃ καὶ ἀπὸ τῶν ἰχθύων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":44,"text":"καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους⸃ πεντακισχίλιοι ἄνδρες. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":45,"text":"Καὶ ⸀εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν ⸂εἰς τὸ πέραν⸃ πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύει τὸν ὄχλον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":46,"text":"καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":47,"text":"Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":48,"text":"καὶ ⸀ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος ⸀αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":49,"text":"οἱ δὲ ἰδόντες αὐτὸν ⸂ἐπὶ τῆς θαλάσσης περιπατοῦντα⸃ ἔδοξαν ⸂ὅτι φάντασμά ἐστιν⸃ καὶ ἀνέκραξαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":50,"text":"πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ⸂ὁ δὲ εὐθὺς⸃ ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":51,"text":"καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ⸂ἐκ περισσοῦ⸃ ἐν ἑαυτοῖς ⸀ἐξίσταντο, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":52,"text":"οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλʼ ἦν⸃ αὐτῶν ἡ καρδία πεπωρωμένη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":53,"text":"Καὶ διαπεράσαντες ⸂ἐπὶ τὴν γῆν ἦλθον εἰς⸃ Γεννησαρὲτ καὶ προσωρμίσθησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":54,"text":"καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου ⸀εὐθὺς ἐπιγνόντες αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":55,"text":"⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ⸃ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ⸀ὅτι ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":6,"verse":56,"text":"καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ ⸂εἰς πόλεις ἢ εἰς⸃ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ⸀ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ⸀ἥψαντο αὐτοῦ ἐσῴζοντο. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":1,"text":"Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":2,"text":"καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸂ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν⸃ ⸀τοὺς ⸀ἄρτους— ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":3,"text":"οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":4,"text":"καὶ ἀπʼ ⸀ἀγορᾶς ἐὰν μὴ ⸀βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸂καὶ κλινῶν⸃— ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":5,"text":"⸀καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί ⸂οὐ περιπατοῦσιν οἱ μαθηταί σου⸃ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸀κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":6,"text":"ὁ ⸀δὲ εἶπεν ⸀αὐτοῖς· Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ⸀ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":7,"text":"μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":8,"text":"⸀ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ⸀ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":9,"text":"Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸀τηρήσητε· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":10,"text":"Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":11,"text":"ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":12,"text":"⸀οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ ⸀πατρὶ ἢ τῇ ⸀μητρί, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":13,"text":"ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":14,"text":"Καὶ προσκαλεσάμενος ⸀πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ⸀Ἀκούσατέ μου πάντες καὶ ⸀σύνετε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":15,"text":"οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται ⸂κοινῶσαι αὐτόν⸃· ἀλλὰ τὰ ⸂ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά⸃ ἐστιν τὰ κοινοῦντα τὸν ⸀ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":17,"text":"Καὶ ὅτε εἰσῆλθεν ⸀εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂τὴν παραβολήν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":18,"text":"καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":19,"text":"ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— ⸀καθαρίζων πάντα τὰ βρώματα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":20,"text":"ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":21,"text":"ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸂πορνεῖαι, κλοπαί, φόνοι, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":22,"text":"μοιχεῖαι⸃, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":23,"text":"πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":24,"text":"⸂Ἐκεῖθεν δὲ⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸀ὅρια ⸀Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":25,"text":"⸂ἀλλʼ εὐθὺς ἀκούσασα⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":26,"text":"⸂ἡ δὲ γυνὴ ἦν⸃ Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":27,"text":"⸂καὶ ἔλεγεν⸃ αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γὰρ ⸂καλόν ἐστιν⸃ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸂τοῖς κυναρίοις βαλεῖν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":28,"text":"ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ⸀Κύριε, ⸀καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸀ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":29,"text":"καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ⸂ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":30,"text":"καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ ⸂παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":31,"text":"Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ⸂ἦλθεν διὰ Σιδῶνος εἰς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":32,"text":"καὶ φέρουσιν αὐτῷ κωφὸν ⸀καὶ ⸀μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":33,"text":"καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":34,"text":"καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":35,"text":"⸀καὶ ⸀ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":36,"text":"καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸀λέγωσιν· ὅσον δὲ ⸂αὐτοῖς διεστέλλετο, αὐτοὶ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":7,"verse":37,"text":"καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ⸀καὶ ἀλάλους λαλεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":1,"text":"Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ⸃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":2,"text":"Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":3,"text":"καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ μακρόθεν ⸀ἥκασιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":4,"text":"καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":5,"text":"καὶ ⸀ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":6,"text":"καὶ ⸀παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":7,"text":"καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸀αὐτὰ εἶπεν ⸂καὶ ταῦτα παρατιθέναι⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":8,"text":"⸂καὶ ἔφαγον⸃ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":9,"text":"ἦσαν ⸀δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":10,"text":"καὶ ⸀εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":11,"text":"Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":12,"text":"καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον⸃; ἀμὴν λέγω ⸀ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":13,"text":"καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἐμβὰς⸃ ἀπῆλθεν εἰς τὸ πέραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":14,"text":"Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":15,"text":"καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":16,"text":"καὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":17,"text":"καὶ ⸀γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":18,"text":"ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":19,"text":"ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις⸃ ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":20,"text":"ὅτε ⸀καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ⸃· Ἑπτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":21,"text":"καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπω συνίετε; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":22,"text":"Καὶ ⸀ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":23,"text":"καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":24,"text":"καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":25,"text":"εἶτα πάλιν ⸀ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν⸃ τηλαυγῶς ⸀ἅπαντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":26,"text":"καὶ ἀπέστειλεν αὐτὸν ⸀εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ⸀εἰσέλθῃς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":27,"text":"Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":28,"text":"οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες⸃ ⸀ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς⸃ τῶν προφητῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":29,"text":"καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":30,"text":"καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":31,"text":"Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":32,"text":"καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ⸂ὁ Πέτρος αὐτὸν⸃ ἤρξατο ἐπιτιμᾶν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":33,"text":"ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ⸀Πέτρῳ ⸂καὶ λέγει⸃· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":34,"text":"Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις⸃ θέλει ὀπίσω μου ⸀ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":35,"text":"ὃς γὰρ ⸀ἐὰν θέλῃ τὴν ⸂ψυχὴν αὐτοῦ⸃ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ⸀ἀπολέσει τὴν ⸄ψυχὴν αὐτοῦ⸅ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":36,"text":"τί γὰρ ⸀ὠφελεῖ ⸀ἄνθρωπον ⸂κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι⸃ τὴν ψυχὴν αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":37,"text":"⸂τί γὰρ⸃ ⸀δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":8,"verse":38,"text":"ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":1,"text":"καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε⸃ ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":2,"text":"Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":3,"text":"καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο στίλβοντα λευκὰ ⸀λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως λευκᾶναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":4,"text":"καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":5,"text":"καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς⸃, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":6,"text":"οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ, ⸂ἔκφοβοι γὰρ ἐγένοντο⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":7,"text":"καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":8,"text":"καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":9,"text":"⸂Καὶ καταβαινόντων⸃ αὐτῶν ⸀ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται⸃, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":10,"text":"καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":11,"text":"καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":12,"text":"ὁ δὲ ⸀ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":13,"text":"ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον, καθὼς γέγραπται ἐπʼ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":14,"text":"Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον⸃ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":15,"text":"καὶ ⸀εὐθὺς πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν⸃, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":16,"text":"καὶ ἐπηρώτησεν ⸀αὐτούς· Τί συζητεῖτε πρὸς ⸀αὑτούς; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":17,"text":"καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου⸃· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":18,"text":"καὶ ὅπου ⸀ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":19,"text":"ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":20,"text":"καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς⸃ ⸀συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":21,"text":"καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ παιδιόθεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":22,"text":"καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν⸃ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":23,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":24,"text":"⸀εὐθὺς κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου ἔλεγεν· ⸀Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":25,"text":"ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα⸃, ἐγὼ ⸂ἐπιτάσσω σοι⸃, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":26,"text":"καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας⸃ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":27,"text":"ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ⸃ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":28,"text":"καὶ ⸂εἰσελθόντος αὐτοῦ⸃ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν⸃· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":29,"text":"καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":30,"text":"Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":31,"text":"ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":32,"text":"οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":33,"text":"Καὶ ⸀ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ διελογίζεσθε; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":34,"text":"οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":35,"text":"καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":36,"text":"καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":37,"text":"Ὃς ⸀ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν ἐμὲ ⸀δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":38,"text":"⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης⸃· Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":39,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":40,"text":"ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν⸃ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":41,"text":"Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":42,"text":"Καὶ ὃς ⸀ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων τῶν πιστευόντων ⸂εἰς ἐμέ⸃, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς⸃ περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":43,"text":"Καὶ ἐὰν ⸀σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε⸃ κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν⸃ ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":45,"text":"καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":47,"text":"καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":48,"text":"ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":49,"text":"Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":9,"verse":50,"text":"καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":1,"text":"Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας ⸀καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":2,"text":"⸀Καὶ ⸀ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":3,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":4,"text":"οἱ δὲ εἶπαν· ⸂Ἐπέτρεψεν Μωϋσῆς⸃ βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":5,"text":"⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":6,"text":"ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":7,"text":"ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":8,"text":"καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":9,"text":"ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":10,"text":"Καὶ ⸂εἰς τὴν οἰκίαν⸃ πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου⸃ ⸀ἐπηρώτων αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":11,"text":"καὶ λέγει αὐτοῖς· Ὃς ⸀ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":12,"text":"καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον⸃ μοιχᾶται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":13,"text":"Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ⸂αὐτῶν ἅψηται⸃· οἱ δὲ μαθηταὶ ⸂ἐπετίμησαν αὐτοῖς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":14,"text":"ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":15,"text":"ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":16,"text":"καὶ ἐναγκαλισάμενος αὐτὰ ⸂κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":17,"text":"Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":18,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":19,"text":"τὰς ἐντολὰς οἶδας· Μὴ ⸂φονεύσῃς, Μὴ μοιχεύσῃς⸃, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":20,"text":"ὁ δὲ ⸀ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":21,"text":"ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς ⸀τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει ⸀μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":22,"text":"ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":23,"text":"Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":24,"text":"οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ⸀ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":25,"text":"εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸂τῆς τρυμαλιᾶς τῆς⸃ ῥαφίδος ⸀διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":26,"text":"οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ⸀ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":27,"text":"⸀ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰ παρὰ τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":28,"text":"Ἤρξατο ⸂λέγειν ὁ Πέτρος⸃ αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ⸀ἠκολουθήκαμέν σοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":29,"text":"⸂ἔφη ὁ Ἰησοῦς⸃· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ ⸂μητέρα ἢ πατέρα⸃ ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":30,"text":"ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ ⸀μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":31,"text":"πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ⸀οἱ ἔσχατοι πρῶτοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":32,"text":"Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂οἱ δὲ⸃ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":33,"text":"ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ ⸀τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":34,"text":"καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ⸂ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν⸃ καὶ ⸀ἀποκτενοῦσιν, καὶ ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":35,"text":"Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης ⸀οἱ υἱοὶ Ζεβεδαίου λέγοντες ⸀αὐτῷ· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ⸀σε ποιήσῃς ἡμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":36,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ⸀ποιήσω ὑμῖν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":37,"text":"οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ⸂σου ἐκ δεξιῶν⸃ καὶ εἷς ἐξ ⸀ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":38,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ⸀ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":39,"text":"οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":40,"text":"τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":41,"text":"Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":42,"text":"⸂καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς⸃ λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":43,"text":"οὐχ οὕτως δέ ⸀ἐστιν ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν θέλῃ ⸂μέγας γενέσθαι⸃ ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":44,"text":"καὶ ὃς ⸀ἂν θέλῃ ⸂ἐν ὑμῖν εἶναι⸃ πρῶτος, ἔσται πάντων δοῦλος· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":45,"text":"καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":46,"text":"Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος ⸀τυφλὸς ⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":47,"text":"καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":48,"text":"καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":49,"text":"καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν⸃. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε, φωνεῖ σε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":50,"text":"ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":51,"text":"καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν⸃· Τί ⸂σοι θέλεις ποιήσω⸃; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":10,"verse":52,"text":"⸂καὶ ὁ⸃ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ ⸀εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει ⸀αὐτῷ ἐν τῇ ὁδῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":1,"text":"Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":2,"text":"καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":3,"text":"καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":4,"text":"⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":5,"text":"καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":6,"text":"οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":7,"text":"καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":8,"text":"⸂καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":9,"text":"καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":10,"text":"Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":11,"text":"Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":12,"text":"Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":13,"text":"καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":14,"text":"καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":15,"text":"Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":16,"text":"καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":17,"text":"καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":18,"text":"καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":19,"text":"Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":20,"text":"Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":21,"text":"καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":22,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":23,"text":"⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":24,"text":"διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε⸃, πιστεύετε ὅτι ⸀ἐλάβετε, καὶ ἔσται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":25,"text":"καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":27,"text":"Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":28,"text":"καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην⸃ ἵνα ταῦτα ποιῇς; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":29,"text":"ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":30,"text":"τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":31,"text":"καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":32,"text":"ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι⸃ προφήτης ἦν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":11,"verse":33,"text":"καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν⸃· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":1,"text":"Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν· Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν⸃, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":2,"text":"καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":3,"text":"⸀καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":4,"text":"καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον ⸀ἐκεφαλίωσαν καὶ ⸀ἠτίμασαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":5,"text":"⸀καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":6,"text":"ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃ αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":7,"text":"ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":8,"text":"καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":9,"text":"⸀τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":10,"text":"οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":11,"text":"παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":12,"text":"Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":13,"text":"Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":14,"text":"⸀καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι⸃ ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":15,"text":"ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":16,"text":"οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":17,"text":"⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς· ⸂Τὰ Καίσαρος ἀπόδοτε⸃ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον ἐπʼ αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":18,"text":"Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων αὐτὸν λέγοντες· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":19,"text":"Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον⸃, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":20,"text":"ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":21,"text":"καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν⸃ σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":22,"text":"καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":23,"text":"ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":24,"text":"⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς⸃· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":25,"text":"ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":26,"text":"περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ⸃ θεὸς Ἰακώβ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":27,"text":"οὐκ ἔστιν ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":28,"text":"Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς⸃, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων⸃; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":29,"text":"⸂ἀπεκρίθη ὁ Ἰησοῦς⸃ ὅτι Πρώτη ⸀ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":30,"text":"καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":31,"text":"⸀δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":32,"text":"⸀καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":33,"text":"καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":34,"text":"καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":35,"text":"Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν⸃; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":36,"text":"⸀αὐτὸς Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ⸃ ἁγίῳ· ⸀Εἶπεν ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":37,"text":"⸀αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός⸃; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":38,"text":"Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν⸃· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":39,"text":"καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":40,"text":"οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":41,"text":"Καὶ ⸀καθίσας ⸀κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":42,"text":"καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":43,"text":"καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":12,"verse":44,"text":"πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":1,"text":"Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":2,"text":"καὶ ὁ ⸀Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε λίθος ἐπὶ ⸀λίθον ὃς οὐ μὴ καταλυθῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":3,"text":"Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":4,"text":"Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":5,"text":"ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς⸃· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":6,"text":"⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":7,"text":"ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":8,"text":"ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":9,"text":"βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":10,"text":"καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":11,"text":"⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":12,"text":"⸂καὶ παραδώσει⸃ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":13,"text":"καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":14,"text":"Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":15,"text":"⸀ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω μηδὲ εἰσελθάτω ⸂τι ἆραι⸃ ἐκ τῆς οἰκίας αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":16,"text":"καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":17,"text":"οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":18,"text":"προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται χειμῶνος· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":19,"text":"ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":20,"text":"καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος⸃ τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":21,"text":"⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός, ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":22,"text":"ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":23,"text":"ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":24,"text":"Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":25,"text":"καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":26,"text":"καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":27,"text":"καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":28,"text":"Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς⸃ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":29,"text":"οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":30,"text":"ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":31,"text":"ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":32,"text":"Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":33,"text":"βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":34,"text":"ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":35,"text":"γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":36,"text":"μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":13,"verse":37,"text":"⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":1,"text":"Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":2,"text":"ἔλεγον ⸀γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ⸂ἔσται θόρυβος⸃ τοῦ λαοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":3,"text":"Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸀συντρίψασα ⸀τὴν ἀλάβαστρον κατέχεεν ⸀αὐτοῦ τῆς κεφαλῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":4,"text":"ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ⸀ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":5,"text":"ἠδύνατο γὰρ τοῦτο ⸂τὸ μύρον⸃ πραθῆναι ἐπάνω ⸂δηναρίων τριακοσίων⸃ καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":6,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":7,"text":"πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸀αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":8,"text":"ὃ ⸀ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μου⸃ εἰς τὸν ἐνταφιασμόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":9,"text":"ἀμὴν ⸀δὲ λέγω ὑμῖν, ὅπου ⸀ἐὰν κηρυχθῇ τὸ ⸀εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":10,"text":"⸀Καὶ Ἰούδας ⸂Ἰσκαριὼθ ὁ⸃ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖ αὐτοῖς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":11,"text":"οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς ⸂αὐτὸν εὐκαίρως παραδοῖ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":12,"text":"Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":13,"text":"καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":14,"text":"καὶ ὅπου ⸀ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά ⸀μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":15,"text":"καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ⸀καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":16,"text":"καὶ ἐξῆλθον οἱ ⸀μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":17,"text":"Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":18,"text":"καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπεν⸃· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετʼ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":19,"text":"⸀ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":20,"text":"ὁ ⸀δὲ εἶπεν αὐτοῖς· ⸀Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς ⸀τὸ τρύβλιον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":21,"text":"⸀ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ⸀καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":22,"text":"Καὶ ἐσθιόντων αὐτῶν ⸀λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· ⸀Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":23,"text":"καὶ ⸀λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":24,"text":"καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου ⸀τῆς διαθήκης τὸ ⸂ἐκχυννόμενον ὑπὲρ πολλῶν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":25,"text":"ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":26,"text":"Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":27,"text":"Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":28,"text":"ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":29,"text":"ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ⸂Εἰ καὶ⸃ πάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":30,"text":"καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶ⸃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ⸂με ἀπαρνήσῃ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":31,"text":"ὁ δὲ ⸂ἐκπερισσῶς ἐλάλει⸃· Ἐὰν ⸂δέῃ με⸃ συναποθανεῖν σοι, οὐ μή σε ⸀ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":32,"text":"Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":33,"text":"καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶ⸃ Ἰωάννην μετʼ ⸀αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":34,"text":"καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":35,"text":"καὶ ⸂προελθὼν μικρὸν ἔπιπτεν⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":36,"text":"καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ⸂τοῦτο ἀπʼ ἐμοῦ⸃· ἀλλʼ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":37,"text":"καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":38,"text":"γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸀ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":39,"text":"καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":40,"text":"καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺς⸃ καθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ⸃ ⸀καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":41,"text":"καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":42,"text":"ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":43,"text":"Καὶ ⸀εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ⸀Ἰούδας ⸀εἷς τῶν δώδεκα καὶ μετʼ αὐτοῦ ⸀ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":44,"text":"δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ⸀ἀπάγετε ἀσφαλῶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":45,"text":"καὶ ἐλθὼν ⸀εὐθὺς προσελθὼν αὐτῷ λέγει· ⸀Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":46,"text":"οἱ δὲ ἐπέβαλαν ⸂τὰς χεῖρας αὐτῷ⸃ καὶ ἐκράτησαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":47,"text":"εἷς δέ ⸀τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸀ὠτάριον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":48,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":49,"text":"καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ γραφαί. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":50,"text":"καὶ ἀφέντες αὐτὸν ⸂ἔφυγον πάντες⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":51,"text":"Καὶ ⸂νεανίσκος τις⸃ ⸀συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν ⸀αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":52,"text":"ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ⸀ἔφυγεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":53,"text":"Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":54,"text":"καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":55,"text":"οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":56,"text":"πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":57,"text":"καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":58,"text":"ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":59,"text":"καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":60,"text":"καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":61,"text":"ὁ δὲ ἐσιώπα καὶ ⸂οὐκ ἀπεκρίνατο οὐδέν⸃. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":62,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":63,"text":"ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":64,"text":"ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸂ἔνοχον εἶναι⸃ θανάτου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":65,"text":"καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν ⸂αὐτοῦ τὸ πρόσωπον⸃ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸀ἔλαβον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":66,"text":"Καὶ ὄντος τοῦ Πέτρου ⸂κάτω ἐν τῇ αὐλῇ⸃ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":67,"text":"καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ⸂ἦσθα τοῦ Ἰησοῦ⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":68,"text":"ὁ δὲ ἠρνήσατο λέγων· ⸂Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί⸃ λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ⸂καὶ ἀλέκτωρ ἐφώνησεν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":69,"text":"καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸂ἤρξατο πάλιν⸃ λέγειν τοῖς ⸀παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":70,"text":"ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ ⸂καὶ ἡ λαλιά σου ὁμοιάζει⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":71,"text":"ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":14,"verse":72,"text":"καὶ ⸀εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ⸀ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸂φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ⸃, καὶ ἐπιβαλὼν ἔκλαιεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":1,"text":"Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":2,"text":"καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":3,"text":"καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":4,"text":"ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":5,"text":"ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":6,"text":"Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":7,"text":"ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":8,"text":"καὶ ⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς ἐποίει αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":9,"text":"ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":10,"text":"ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":11,"text":"οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":12,"text":"ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν ⸀θέλετε ποιήσω ⸂ὃν λέγετε⸃ ⸀τὸν βασιλέα τῶν Ἰουδαίων; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":13,"text":"οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":14,"text":"ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν⸃; οἱ δὲ ⸀περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":15,"text":"ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":16,"text":"Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":17,"text":"καὶ ⸀ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":18,"text":"καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":19,"text":"καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":20,"text":"καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια⸃. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":21,"text":"Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":22,"text":"καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸀τὸν ⸀Γολγοθᾶν τόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενον Κρανίου Τόπος. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":23,"text":"καὶ ἐδίδουν ⸀αὐτῷ ἐσμυρνισμένον οἶνον, ⸀ὃς δὲ οὐκ ἔλαβεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":24,"text":"καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ⸃ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ τίς τί ἄρῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":25,"text":"Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":26,"text":"καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":27,"text":"καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":29,"text":"Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":30,"text":"σῶσον σεαυτὸν ⸀καταβὰς ἀπὸ τοῦ σταυροῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":31,"text":"ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":32,"text":"ὁ χριστὸς ὁ ⸀βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":33,"text":"⸂Καὶ γενομένης⸃ ὥρας ἕκτης σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":34,"text":"καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ ⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με⸃; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":35,"text":"καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε Ἠλίαν φωνεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":36,"text":"δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":37,"text":"ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":38,"text":"καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπʼ ἄνωθεν ἕως κάτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":39,"text":"ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":40,"text":"Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":41,"text":"⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":42,"text":"Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":43,"text":"⸀ἐλθὼν Ἰωσὴφ ⸀ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":44,"text":"ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαι ἀπέθανεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":45,"text":"καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶμα τῷ Ἰωσήφ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":46,"text":"καὶ ἀγοράσας ⸀σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεν αὐτὸν ἐν ⸀μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":15,"verse":47,"text":"ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος⸃ ἐθεώρουν ποῦ ⸀τέθειται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":1,"text":"Καὶ διαγενομένου τοῦ σαββάτου ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ τοῦ⸃ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":2,"text":"καὶ λίαν πρωῒ ⸂τῇ μιᾷ τῶν⸃ σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":3,"text":"καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ⸀ἐκ τῆς θύρας τοῦ μνημείου; ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":4,"text":"καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ⸀ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":5,"text":"καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":6,"text":"ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":7,"text":"ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":8,"text":"καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν ⸀γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο ⸁γάρ. ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν διʼ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.⟧ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":9,"text":"⟦Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ⸀παρʼ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":10,"text":"ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετʼ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":11,"text":"κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπʼ αὐτῆς ἠπίστησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":12,"text":"Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":13,"text":"κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":14,"text":"Ὕστερον ⸀δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ⸀ἐγηγερμένον οὐκ ἐπίστευσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":15,"text":"καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":16,"text":"ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":17,"text":"σημεῖα δὲ τοῖς πιστεύσασιν ⸂ταῦτα παρακολουθήσει⸃, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν ⸀καιναῖς, ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":18,"text":"⸀ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":19,"text":"Ὁ μὲν οὖν κύριος ⸀Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Mark","chapter":16,"verse":20,"text":"ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων ⸀σημείων.⟧ ","greek_name":"ΚΑΤΑ.ΜΑΡΚΟΝ"} {"book":"Matt","chapter":1,"verse":1,"text":"Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":2,"text":"Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":3,"text":"Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":4,"text":"Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":5,"text":"Σαλμὼν δὲ ἐγέννησεν τὸν ⸂Βόες ἐκ τῆς Ῥαχάβ, Βόες⸃ δὲ ἐγέννησεν τὸν ⸂Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ⸃ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":6,"text":"Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ ⸀δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":7,"text":"Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν ⸂Ἀσάφ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":8,"text":"Ἀσὰφ⸃ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":9,"text":"Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ, Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":10,"text":"Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ⸂Ἀμώς, Ἀμὼς⸃ δὲ ἐγέννησεν τὸν Ἰωσίαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":11,"text":"Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":12,"text":"Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":13,"text":"Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ, Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":14,"text":"Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ, Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":15,"text":"Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":16,"text":"Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος χριστός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":17,"text":"Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":18,"text":"Τοῦ δὲ ⸀Ἰησοῦ χριστοῦ ἡ ⸀γένεσις οὕτως ἦν. ⸀μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":19,"text":"Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν ⸀δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":20,"text":"ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν ⸀Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":21,"text":"τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":22,"text":"τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":23,"text":"Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστιν μεθερμηνευόμενον Μεθʼ ἡμῶν ὁ θεός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":24,"text":"⸀ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":1,"verse":25,"text":"καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν ⸀υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":1,"text":"Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":2,"text":"λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":3,"text":"ἀκούσας δὲ ⸂ὁ βασιλεὺς Ἡρῴδης⸃ ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":4,"text":"καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":5,"text":"οἱ δὲ εἶπαν αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":6,"text":"Καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":7,"text":"Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":8,"text":"καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· Πορευθέντες ⸂ἐξετάσατε ἀκριβῶς⸃ περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":9,"text":"οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ⸀ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":10,"text":"ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":11,"text":"καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":12,"text":"καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":13,"text":"Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ⸃ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":14,"text":"ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":15,"text":"καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":16,"text":"Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":17,"text":"τότε ἐπληρώθη τὸ ῥηθὲν ⸀διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":18,"text":"Φωνὴ ἐν Ῥαμὰ ⸀ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":19,"text":"Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ⸃ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":20,"text":"λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":21,"text":"ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ⸀εἰσῆλθεν εἰς γῆν Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":22,"text":"ἀκούσας δὲ ὅτι Ἀρχέλαος ⸀βασιλεύει τῆς Ἰουδαίας ἀντὶ ⸂τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου⸃ ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":2,"verse":23,"text":"καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":1,"text":"Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":2,"text":"⸀καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":3,"text":"οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":4,"text":"αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ⸃ ἀκρίδες καὶ μέλι ἄγριον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":5,"text":"τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":6,"text":"καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":7,"text":"Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":8,"text":"ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":9,"text":"καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":10,"text":"ἤδη ⸀δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":11,"text":"Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":12,"text":"οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":13,"text":"Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":14,"text":"ὁ δὲ ⸀Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":15,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":16,"text":"⸂βαπτισθεὶς δὲ⸃ ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":3,"verse":17,"text":"καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":1,"text":"Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":2,"text":"καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":3,"text":"καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ⸃· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":4,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλʼ ⸀ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":5,"text":"Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":6,"text":"καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":7,"text":"ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":8,"text":"Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":9,"text":"καὶ ⸀εἶπεν αὐτῷ· Ταῦτά ⸂σοι πάντα⸃ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":10,"text":"τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":11,"text":"τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":12,"text":"Ἀκούσας ⸀δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":13,"text":"καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":14,"text":"ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":15,"text":"Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":16,"text":"ὁ λαὸς ὁ καθήμενος ἐν ⸀σκοτίᾳ ⸂φῶς εἶδεν⸃ μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":17,"text":"Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":18,"text":"Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":19,"text":"καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":20,"text":"οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":21,"text":"Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":22,"text":"οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":23,"text":"Καὶ περιῆγεν ⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ⸃, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":24,"text":"καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις ⸀συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":4,"verse":25,"text":"καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":1,"text":"Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":2,"text":"καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":3,"text":"Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":4,"text":"μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":5,"text":"μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":6,"text":"μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":7,"text":"μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":8,"text":"μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":9,"text":"μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":10,"text":"μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":11,"text":"μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν ⸀πονηρὸν καθʼ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":12,"text":"χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":13,"text":"Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ ⸂βληθὲν ἔξω⸃ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":14,"text":"Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":15,"text":"οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":16,"text":"οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":17,"text":"Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":18,"text":"ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":19,"text":"ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δʼ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":20,"text":"λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ⸂ὑμῶν ἡ δικαιοσύνη⸃ πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":21,"text":"Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δʼ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":22,"text":"ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ⸀αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δʼ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δʼ ἂν εἴπῃ· Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":23,"text":"ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":24,"text":"ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":25,"text":"ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ⸂μετʼ αὐτοῦ ἐν τῇ ὁδῷ⸃, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ ⸀κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":26,"text":"ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":27,"text":"Ἠκούσατε ὅτι ἐρρέθη· Οὐ μοιχεύσεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":28,"text":"ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":29,"text":"εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":30,"text":"καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου ⸂εἰς γέενναν ἀπέλθῃ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":31,"text":"Ἐρρέθη ⸀δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":32,"text":"ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ⸂πᾶς ὁ ἀπολύων⸃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν ⸀μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":33,"text":"Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":34,"text":"ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":35,"text":"μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":36,"text":"μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ⸂ποιῆσαι ἢ μέλαιναν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":37,"text":"ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":38,"text":"Ἠκούσατε ὅτι ἐρρέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":39,"text":"ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλʼ ὅστις σε ⸀ῥαπίζει ⸀εἰς τὴν δεξιὰν ⸀σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":40,"text":"καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":41,"text":"καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετʼ αὐτοῦ δύο. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":42,"text":"τῷ αἰτοῦντί σε ⸀δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":43,"text":"Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":44,"text":"ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ⸀ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ ⸀τῶν διωκόντων ὑμᾶς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":45,"text":"ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ⸀ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":46,"text":"ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι ⸂τὸ αὐτὸ⸃ ποιοῦσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":47,"text":"καὶ ἐὰν ἀσπάσησθε τοὺς ⸀ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ⸀ἐθνικοὶ ⸂τὸ αὐτὸ⸃ ποιοῦσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":5,"verse":48,"text":"Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ⸀ὡς ὁ πατὴρ ὑμῶν ὁ ⸀οὐράνιος τέλειός ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":1,"text":"Προσέχετε ⸀δὲ τὴν ⸀δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":2,"text":"Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":3,"text":"σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":4,"text":"ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ ⸀κρυπτῷ ἀποδώσει ⸀σοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":5,"text":"Καὶ ὅταν ⸂προσεύχησθε, οὐκ ἔσεσθε ὡς⸃ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ⸀ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ⸀ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":6,"text":"σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ⸀σοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":7,"text":"Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":8,"text":"μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ⸀ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":9,"text":"Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":10,"text":"ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ⸀ἐπὶ γῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":11,"text":"τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":12,"text":"καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ⸀ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":13,"text":"καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ ⸀πονηροῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":14,"text":"ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":15,"text":"ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ⸀ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":16,"text":"Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ⸀ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ⸀ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":17,"text":"σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":18,"text":"ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ ⸀κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ ⸁κρυφαίῳ ἀποδώσει σοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":19,"text":"Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":20,"text":"θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":21,"text":"ὅπου γάρ ἐστιν ὁ θησαυρός ⸀σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία ⸁σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":22,"text":"Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ⸂ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς⸃, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":23,"text":"ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":24,"text":"Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":25,"text":"Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί ⸀φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":26,"text":"ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":27,"text":"τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":28,"text":"καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς ⸂αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":29,"text":"λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":30,"text":"εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":31,"text":"μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν; ἤ· Τί πίωμεν; ἤ· Τί περιβαλώμεθα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":32,"text":"πάντα γὰρ ταῦτα τὰ ἔθνη ⸀ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":33,"text":"ζητεῖτε δὲ πρῶτον τὴν ⸀βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":6,"verse":34,"text":"μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ⸀αὑτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":1,"text":"Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":2,"text":"ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":3,"text":"τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":4,"text":"ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":5,"text":"ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν⸃, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":6,"text":"Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸀καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":7,"text":"Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":8,"text":"πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":9,"text":"ἢ τίς ⸀ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":10,"text":"⸀ἢ καὶ ⸂ἰχθὺν αἰτήσει⸃— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":11,"text":"εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":12,"text":"Πάντα οὖν ὅσα ⸀ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":13,"text":"Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη⸃ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":14,"text":"⸀ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":15,"text":"⸀Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":16,"text":"ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":17,"text":"οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":18,"text":"οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":19,"text":"πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":20,"text":"ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":21,"text":"Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖς οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":22,"text":"πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":23,"text":"καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":24,"text":"Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν πέτραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":25,"text":"καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":26,"text":"καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν ἄμμον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":27,"text":"καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":28,"text":"Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":7,"verse":29,"text":"ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":1,"text":"⸂Καταβάντος δὲ αὐτοῦ⸃ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":2,"text":"καὶ ἰδοὺ λεπρὸς ⸀προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":3,"text":"καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο ⸀αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":4,"text":"καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":5,"text":"⸂Εἰσελθόντος δὲ αὐτοῦ⸃ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":6,"text":"καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":7,"text":"⸀καὶ λέγει ⸀αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":8,"text":"⸂καὶ ἀποκριθεὶς⸃ ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":9,"text":"καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ⸀ἐξουσίαν, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":10,"text":"ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, ⸂παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ⸃ εὗρον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":11,"text":"λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":12,"text":"οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":13,"text":"καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, ⸀ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ ⸀παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":14,"text":"Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":15,"text":"καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":16,"text":"Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":17,"text":"ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":18,"text":"Ἰδὼν δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":19,"text":"καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":20,"text":"καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":21,"text":"ἕτερος δὲ τῶν ⸀μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":22,"text":"ὁ δὲ Ἰησοῦς ⸀λέγει αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":23,"text":"Καὶ ἐμβάντι αὐτῷ ⸀εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":24,"text":"καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":25,"text":"καὶ ⸀προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, ⸀σῶσον, ἀπολλύμεθα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":26,"text":"καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":27,"text":"οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸂αὐτῷ ὑπακούουσιν⸃; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":28,"text":"Καὶ ⸂ἐλθόντος αὐτοῦ⸃ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν ⸀Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":29,"text":"καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ ⸀σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":30,"text":"ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":31,"text":"οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἀπόστειλον ἡμᾶς⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":32,"text":"καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς ⸂τοὺς χοίρους⸃· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ⸀ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":33,"text":"οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":8,"verse":34,"text":"καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ⸀ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":1,"text":"Καὶ ⸀ἐμβὰς ⸀εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":2,"text":"Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ⸀ἀφίενταί ⸂σου αἱ ἁμαρτίαι⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":3,"text":"καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":4,"text":"καὶ ⸀εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ⸀Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":5,"text":"τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":6,"text":"ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· ⸀Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":7,"text":"καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":8,"text":"ἰδόντες δὲ οἱ ὄχλοι ⸀ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":9,"text":"Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":10,"text":"Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, ⸀καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":11,"text":"καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸀ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":12,"text":"ὁ ⸀δὲ ἀκούσας ⸀εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":13,"text":"πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":14,"text":"Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ⸀πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":15,"text":"καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":16,"text":"οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":17,"text":"οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ⸀ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":18,"text":"Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ⸀ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":19,"text":"καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸀ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":20,"text":"Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":21,"text":"ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":22,"text":"ὁ δὲ Ἰησοῦς ⸀στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":23,"text":"καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":24,"text":"⸀ἔλεγεν· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":25,"text":"ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":26,"text":"καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":27,"text":"Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ⸀αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, ⸀υἱὲ Δαυίδ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":28,"text":"ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":29,"text":"τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":30,"text":"καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ⸀ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":31,"text":"οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":32,"text":"Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ⸀ἄνθρωπον κωφὸν δαιμονιζόμενον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":33,"text":"καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":34,"text":"οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":35,"text":"Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν ⸀μαλακίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":36,"text":"Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ⸀ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":37,"text":"τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":9,"verse":38,"text":"δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":1,"text":"Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":2,"text":"τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς ⸀αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":3,"text":"Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ ⸀Θαδδαῖος, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":4,"text":"Σίμων ὁ ⸀Καναναῖος καὶ Ἰούδας ⸀ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":5,"text":"Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":6,"text":"πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":7,"text":"πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":8,"text":"ἀσθενοῦντας θεραπεύετε, ⸂νεκροὺς ἐγείρετε⸃, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":9,"text":"μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":10,"text":"μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ⸀ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":11,"text":"εἰς ἣν δʼ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":12,"text":"εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":13,"text":"καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπʼ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ⸀πρὸς ὑμᾶς ἐπιστραφήτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":14,"text":"καὶ ὃς ⸀ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ⸀ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":15,"text":"ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":16,"text":"Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":17,"text":"προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":18,"text":"καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":19,"text":"ὅταν δὲ ⸀παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί ⸀λαλήσητε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":20,"text":"οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":21,"text":"παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":22,"text":"καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":23,"text":"ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ⸀ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις ⸀τοῦ Ἰσραὴλ ἕως ⸀ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":24,"text":"Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":25,"text":"ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ⸀ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":26,"text":"Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":27,"text":"ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":28,"text":"καὶ μὴ ⸀φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸁φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον ⸀καὶ ψυχὴν ⸁καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":29,"text":"οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":30,"text":"ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":31,"text":"μὴ οὖν ⸀φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":32,"text":"Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν οὐρανοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":33,"text":"ὅστις ⸂δʼ ἂν⸃ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι ⸂κἀγὼ αὐτὸν⸃ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":34,"text":"Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":35,"text":"ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":36,"text":"καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":37,"text":"ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":38,"text":"καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":39,"text":"ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":40,"text":"Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":41,"text":"ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":10,"verse":42,"text":"καὶ ὃς ⸀ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":1,"text":"Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":2,"text":"Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας ⸀διὰ τῶν μαθητῶν αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":3,"text":"εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":4,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":5,"text":"τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, ⸀καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":6,"text":"καὶ μακάριός ἐστιν ὃς ⸀ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":7,"text":"Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":8,"text":"ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν ⸀μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν ⸀βασιλέων ⸀εἰσίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":9,"text":"ἀλλὰ τί ἐξήλθατε⸂; προφήτην ἰδεῖν⸃; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":10,"text":"⸀οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":11,"text":"ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":12,"text":"ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":13,"text":"πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":14,"text":"καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":15,"text":"ὁ ἔχων ⸀ὦτα ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":16,"text":"Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις ⸂καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":17,"text":"⸀λέγουσιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":18,"text":"ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":19,"text":"ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ⸀ἔργων αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":20,"text":"Τότε ⸀ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":21,"text":"Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":22,"text":"πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":23,"text":"καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ⸃; ἕως ᾅδου ⸀καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ⸀ἔμεινεν ἂν μέχρι τῆς σήμερον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":24,"text":"πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":25,"text":"Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸀ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":26,"text":"ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο⸃ ἔμπροσθέν σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":27,"text":"Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":28,"text":"Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":29,"text":"ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":11,"verse":30,"text":"ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":1,"text":"Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":2,"text":"οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":3,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ⸀ἐπείνασεν καὶ οἱ μετʼ αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":4,"text":"πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸂ἔφαγον, ὃ⸃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετʼ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":5,"text":"ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":6,"text":"λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":7,"text":"εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":8,"text":"κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":9,"text":"Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":10,"text":"καὶ ἰδοὺ ⸀ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν ⸀θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":11,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ⸀ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":12,"text":"πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":13,"text":"τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν ⸂σου τὴν χεῖρα⸃· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":14,"text":"⸂ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ⸃ ὅπως αὐτὸν ἀπολέσωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":15,"text":"Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν ⸀αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":16,"text":"καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":17,"text":"⸀ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":18,"text":"Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ⸂εἰς ὃν⸃ εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":19,"text":"οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":20,"text":"κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":21,"text":"καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":22,"text":"Τότε ⸂προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός⸃· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν ⸀κωφὸν λαλεῖν καὶ βλέπειν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":23,"text":"καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":24,"text":"οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":25,"text":"εἰδὼς ⸀δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":26,"text":"καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":27,"text":"καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ⸂κριταὶ ἔσονται ὑμῶν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":28,"text":"εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":29,"text":"ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ⸀ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":30,"text":"ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":31,"text":"διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ⸀ἀφεθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":32,"text":"καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν ⸂τούτῳ τῷ⸃ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":33,"text":"Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":34,"text":"γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":35,"text":"ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":36,"text":"λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ⸀λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":37,"text":"ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":38,"text":"Τότε ἀπεκρίθησαν ⸀αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":39,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":40,"text":"ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":41,"text":"ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":42,"text":"βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":43,"text":"Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":44,"text":"τότε λέγει· ⸂Εἰς τὸν οἶκόν μου ἐπιστρέψω⸃ ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν ⸀εὑρίσκει ⸀σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":45,"text":"τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":46,"text":"Ἔτι ⸀δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":47,"text":"⸂εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι.⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":48,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ ⸀λέγοντι αὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":49,"text":"καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":12,"verse":50,"text":"ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":1,"text":"⸀Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς ⸀τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":2,"text":"καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν ⸀εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":3,"text":"καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":4,"text":"καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ⸂ἐλθόντα τὰ πετεινὰ⸃ κατέφαγεν αὐτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":5,"text":"ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":6,"text":"ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":7,"text":"ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ⸀ἔπνιξαν αὐτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":8,"text":"ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":9,"text":"ὁ ἔχων ⸀ὦτα ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":10,"text":"Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":11,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸀αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":12,"text":"ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":13,"text":"διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":14,"text":"καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":15,"text":"ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":16,"text":"ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ⸀ἀκούουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":17,"text":"ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":18,"text":"Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ ⸀σπείραντος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":19,"text":"παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":20,"text":"ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":21,"text":"οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":22,"text":"ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος ⸀τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":23,"text":"ὁ δὲ ἐπὶ τὴν ⸂καλὴν γῆν⸃ σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ⸀συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":24,"text":"Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ⸀σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":25,"text":"ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ⸀ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":26,"text":"ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":27,"text":"προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ⸀ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":28,"text":"ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ ⸂δοῦλοι αὐτῷ λέγουσιν⸃· Θέλεις οὖν ἀπελθόντες ⸀συλλέξωμεν αὐτά; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":29,"text":"ὁ δέ ⸀φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":30,"text":"ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸀μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον ⸀συναγάγετε εἰς τὴν ἀποθήκην μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":31,"text":"Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":32,"text":"ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":33,"text":"Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ⸀ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":34,"text":"Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς ⸀οὐδὲν ἐλάλει αὐτοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":35,"text":"ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ ⸀καταβολῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":36,"text":"Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν ⸀οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ⸀Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":37,"text":"ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":38,"text":"ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":39,"text":"ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια ⸀αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":40,"text":"ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ ⸀καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ ⸀αἰῶνος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":41,"text":"ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":42,"text":"καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":43,"text":"Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ⸀ὦτα ἀκουέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":44,"text":"⸀Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ ⸂πωλεῖ πάντα ὅσα ἔχει⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":45,"text":"Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ⸀ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":46,"text":"⸂εὑρὼν δὲ⸃ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":47,"text":"Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":48,"text":"ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ⸀ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":49,"text":"οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":50,"text":"καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":51,"text":"⸀Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ⸀Ναί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":52,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ⸂τῇ βασιλείᾳ⸃ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":53,"text":"καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":54,"text":"καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":55,"text":"οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; ⸀οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ ⸀Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":56,"text":"καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":57,"text":"καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ⸀πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":13,"verse":58,"text":"καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":1,"text":"Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":2,"text":"καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":3,"text":"Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸν καὶ ⸂ἐν φυλακῇ ἀπέθετο⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":4,"text":"ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":5,"text":"καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":6,"text":"⸂γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":7,"text":"ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν αἰτήσηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":8,"text":"ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":9,"text":"καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":10,"text":"καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":11,"text":"καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":12,"text":"καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸀πτῶμα καὶ ἔθαψαν ⸀αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":13,"text":"⸂Ἀκούσας δὲ⸃ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":14,"text":"καὶ ⸀ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":15,"text":"ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":16,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":17,"text":"οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":18,"text":"ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":19,"text":"καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":20,"text":"καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":21,"text":"οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":22,"text":"Καὶ εὐθέως ⸀ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":23,"text":"καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":24,"text":"τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν⸃, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":25,"text":"τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν πρὸς ⸀αὐτοὺς περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":26,"text":"⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν⸃ ἐπὶ ⸂τῆς θαλάσσης⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":27,"text":"⸀εὐθὺς δὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃ λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":28,"text":"Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν⸃· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ⸃ ἐπὶ τὰ ὕδατα· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":29,"text":"ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν⸃ πρὸς τὸν Ἰησοῦν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":30,"text":"βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":31,"text":"εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":32,"text":"καὶ ⸀ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":33,"text":"οἱ δὲ ἐν τῷ ⸀πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":34,"text":"Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς⸃ Γεννησαρέτ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":35,"text":"καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":14,"verse":36,"text":"καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":1,"text":"Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ λέγοντες ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":2,"text":"Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":3,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":4,"text":"ὁ γὰρ θεὸς ⸀εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":5,"text":"ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":6,"text":"⸀οὐ μὴ ⸀τιμήσει τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":7,"text":"ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":8,"text":"⸂Ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":9,"text":"μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":10,"text":"Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":11,"text":"οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":12,"text":"Τότε προσελθόντες οἱ ⸀μαθηταὶ ⸀λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":13,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":14,"text":"ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":15,"text":"Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ⸀ταύτην. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":16,"text":"ὁ ⸀δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":17,"text":"⸀οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":18,"text":"τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":19,"text":"ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":20,"text":"ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":21,"text":"Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":22,"text":"καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":23,"text":"ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":24,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":25,"text":"ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":26,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":27,"text":"ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":28,"text":"τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":29,"text":"Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":30,"text":"καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθʼ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς⸃, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":31,"text":"ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς⸃ ⸀καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":32,"text":"Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":33,"text":"καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":34,"text":"καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":35,"text":"καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":36,"text":"⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":37,"text":"καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸃ ἑπτὰ σπυρίδας πλήρεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":38,"text":"οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":15,"verse":39,"text":"καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":1,"text":"Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":2,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸂Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":3,"text":"καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":4,"text":"Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":5,"text":"Καὶ ἐλθόντες οἱ ⸀μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":6,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":7,"text":"οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":8,"text":"γνοὺς δὲ ὁ Ἰησοῦς ⸀εἶπεν· Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸀ἐλάβετε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":9,"text":"οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":10,"text":"οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":11,"text":"πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ⸀ἄρτων εἶπον ὑμῖν; ⸂προσέχετε δὲ⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":12,"text":"τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τῶν ἄρτων⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":13,"text":"Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· ⸀Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":14,"text":"οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":15,"text":"λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":16,"text":"ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":17,"text":"⸂ἀποκριθεὶς δὲ⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":18,"text":"κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":19,"text":"⸀δώσω σοι τὰς ⸀κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ⸀ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ⸁ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":20,"text":"τότε ⸀διεστείλατο τοῖς ⸀μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ⸀ἐστιν ὁ χριστός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":21,"text":"Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸂εἰς Ἱεροσόλυμα ἀπελθεῖν⸃ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":22,"text":"καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":23,"text":"ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον ⸂εἶ ἐμοῦ⸃, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":24,"text":"Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":25,"text":"ὃς γὰρ ⸀ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":26,"text":"τί γὰρ ⸀ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":27,"text":"μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":16,"verse":28,"text":"ἀμὴν λέγω ὑμῖν ⸀ὅτι εἰσίν τινες ⸂τῶν ὧδε ἑστώτων⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":1,"text":"Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":2,"text":"καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετο λευκὰ ὡς τὸ φῶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":3,"text":"καὶ ἰδοὺ ⸀ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":4,"text":"ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":5,"text":"ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":6,"text":"καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":7,"text":"καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν⸃ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":8,"text":"ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸν Ἰησοῦν μόνον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":9,"text":"Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":10,"text":"καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":11,"text":"ὁ ⸀δὲ ἀποκριθεὶς ⸀εἶπεν· Ἠλίας μὲν ⸀ἔρχεται καὶ ἀποκαταστήσει πάντα· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":12,"text":"λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":13,"text":"τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":14,"text":"Καὶ ⸀ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":15,"text":"καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":16,"text":"καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":17,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι⸃; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":18,"text":"καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":19,"text":"Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":20,"text":"ὁ δὲ ⸀λέγει αὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν⸃ ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":22,"text":"⸀Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":23,"text":"καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":24,"text":"Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":25,"text":"λέγει· Ναί. καὶ ⸀ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":26,"text":"⸂εἰπόντος δέ⸃· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":17,"verse":27,"text":"ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":1,"text":"Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":2,"text":"καὶ ⸀προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":3,"text":"καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":4,"text":"ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":5,"text":"καὶ ὃς ⸀ἐὰν δέξηται ⸂ἓν παιδίον τοιοῦτο⸃ ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":6,"text":"Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":7,"text":"οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳ διʼ οὗ τὸ σκάνδαλον ἔρχεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":8,"text":"Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν⸃, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":9,"text":"καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":10,"text":"Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":12,"text":"τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":13,"text":"καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":14,"text":"οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεν τοῦ πατρὸς ⸀ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓν τῶν μικρῶν τούτων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":15,"text":"Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ⸃ ὁ ἀδελφός σου, ⸀ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":16,"text":"ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":17,"text":"ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":18,"text":"ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐν οὐρανῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":19,"text":"Πάλιν ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν⸃ ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":20,"text":"οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":21,"text":"Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν⸃· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":22,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":23,"text":"Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":24,"text":"ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη ⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":25,"text":"μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριος πραθῆναι καὶ τὴν ⸀γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει καὶ ἀποδοθῆναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":26,"text":"πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησον ἐπʼ ⸀ἐμοί, καὶ πάντα ⸂ἀποδώσω σοι⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":27,"text":"σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":28,"text":"ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδος εἴ τι ὀφείλεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":29,"text":"πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί, καὶ ἀποδώσω σοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":30,"text":"ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗ ἀποδῷ τὸ ὀφειλόμενον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":31,"text":"ἰδόντες ⸀οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":32,"text":"τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":33,"text":"οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":34,"text":"καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":18,"verse":35,"text":"Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":1,"text":"Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":2,"text":"καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":3,"text":"Καὶ προσῆλθον ⸀αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες· Εἰ ἔξεστιν ⸀ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":4,"text":"ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν· Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":5,"text":"καὶ εἶπεν· ⸀Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":6,"text":"ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":7,"text":"λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":8,"text":"λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":9,"text":"λέγω δὲ ὑμῖν ⸀ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":10,"text":"Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":11,"text":"ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτον ἀλλʼ οἷς δέδοται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":12,"text":"εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":13,"text":"Τότε ⸀προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":14,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":15,"text":"καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς⸃ ἐπορεύθη ἐκεῖθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":16,"text":"Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν⸃· ⸀Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶ ζωὴν αἰώνιον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":17,"text":"ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός⸃· εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν⸃, ⸀τήρησον τὰς ἐντολάς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":18,"text":"λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν· Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":19,"text":"Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":20,"text":"λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα⸃ ⸀ἐφύλαξα· τί ἔτι ὑστερῶ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":21,"text":"ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":22,"text":"ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":23,"text":"Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως⸃ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":24,"text":"πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος ῥαφίδος ⸀εἰσελθεῖν ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":25,"text":"ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":26,"text":"ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":27,"text":"Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":28,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε καὶ ⸀ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":29,"text":"καὶ πᾶς ⸀ὅστις ἀφῆκεν ⸂οἰκίας ἢ⸃ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ⸃ τέκνα ἢ ⸀ἀγροὺς ἕνεκεν τοῦ ⸂ὀνόματός μου⸃, ⸀ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":19,"verse":30,"text":"πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":1,"text":"Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":2,"text":"⸂συμφωνήσας δὲ⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":3,"text":"καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":4,"text":"καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":5,"text":"οἱ δὲ ἀπῆλθον. ⸀πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":6,"text":"περὶ δὲ τὴν ⸀ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":7,"text":"λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":8,"text":"ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":9,"text":"⸂καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":10,"text":"⸂καὶ ἐλθόντες⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον λήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":11,"text":"λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":12,"text":"⸀λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν⸃ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":13,"text":"ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν⸃· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":14,"text":"ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":15,"text":"⸀οὐκ ἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι⸃ ἐν τοῖς ἐμοῖς; ⸀ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":16,"text":"οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":17,"text":"⸂Καὶ ἀναβαίνων ὁ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰς κατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ⸃ εἶπεν αὐτοῖς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":18,"text":"Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":19,"text":"καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":20,"text":"Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":21,"text":"ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":22,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":23,"text":"⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων οὐκ ἔστιν ⸀ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":24,"text":"Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":25,"text":"ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":26,"text":"οὐχ οὕτως ⸀ἔσται ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":27,"text":"καὶ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσται ὑμῶν δοῦλος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":28,"text":"ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":29,"text":"Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":30,"text":"καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":31,"text":"ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":32,"text":"καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":33,"text":"λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":20,"verse":34,"text":"σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":1,"text":"Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":2,"text":"λέγων αὐτοῖς· ⸀Πορεύεσθε εἰς τὴν κώμην τὴν ⸀κατέναντι ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ μοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":3,"text":"καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς δὲ ⸀ἀποστελεῖ αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":4,"text":"Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":5,"text":"Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":6,"text":"πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":7,"text":"ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπʼ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":8,"text":"ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":9,"text":"οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":10,"text":"καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":11,"text":"οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ⸂ὁ προφήτης Ἰησοῦς⸃ ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":12,"text":"Καὶ εἰσῆλθεν ⸀Ἰησοῦς εἰς τὸ ⸀ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":13,"text":"καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτε σπήλαιον λῃστῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":14,"text":"Καὶ προσῆλθον αὐτῷ ⸂τυφλοὶ καὶ χωλοὶ⸃ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":15,"text":"ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας ⸀τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":16,"text":"καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":17,"text":"καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":18,"text":"⸀Πρωῒ δὲ ⸀ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":19,"text":"καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":20,"text":"καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":21,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":22,"text":"καὶ πάντα ὅσα ⸀ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":23,"text":"Καὶ ⸂ἐλθόντος αὐτοῦ⸃ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":24,"text":"ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":25,"text":"τὸ βάπτισμα ⸀τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸀ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":26,"text":"ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":27,"text":"καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":28,"text":"Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":29,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":30,"text":"⸂προσελθὼν δὲ⸃ τῷ ⸀δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":31,"text":"τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν· Ὁ ⸀πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":32,"text":"ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς⸃ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":33,"text":"Ἄλλην παραβολὴν ἀκούσατε. ⸀Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":34,"text":"ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":35,"text":"καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":36,"text":"πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":37,"text":"ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":38,"text":"οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεν τὴν κληρονομίαν αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":39,"text":"καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":40,"text":"ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":41,"text":"λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":42,"text":"Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":43,"text":"διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":44,"text":"⸂Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":45,"text":"Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":21,"verse":46,"text":"καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπεὶ εἰς⸃ προφήτην αὐτὸν εἶχον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":1,"text":"Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς⸃ λέγων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":2,"text":"Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":3,"text":"καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":4,"text":"πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":5,"text":"οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς δὲ ⸀ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":6,"text":"οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":7,"text":"⸂ὁ δὲ βασιλεὺς⸃ ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":8,"text":"τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":9,"text":"πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":10,"text":"καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμος ἀνακειμένων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":11,"text":"εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":12,"text":"καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":13,"text":"τότε ⸂ὁ βασιλεὺς εἶπεν⸃ τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":14,"text":"πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":15,"text":"Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":16,"text":"καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":17,"text":"εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":18,"text":"γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":19,"text":"ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":20,"text":"καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":21,"text":"λέγουσιν ⸀αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":22,"text":"καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":23,"text":"Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":24,"text":"λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":25,"text":"ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":26,"text":"ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":27,"text":"ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ γυνή. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":28,"text":"ἐν τῇ ⸂ἀναστάσει οὖν⸃ τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":29,"text":"Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":30,"text":"ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦ ἐν ⸀τῷ οὐρανῷ εἰσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":31,"text":"περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":32,"text":"Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":33,"text":"καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":34,"text":"Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":35,"text":"καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":36,"text":"Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":37,"text":"ὁ ⸀δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":38,"text":"αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη⸃ ἐντολή. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":39,"text":"Δευτέρα ⸀δὲ ὁμοία ⸀αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":40,"text":"ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":41,"text":"Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":42,"text":"λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":43,"text":"λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον⸃ λέγων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":44,"text":"⸀Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω τῶν ποδῶν σου; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":45,"text":"εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":22,"verse":46,"text":"καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ⸃ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":1,"text":"Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":2,"text":"λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":3,"text":"πάντα οὖν ὅσα ⸀ἐὰν εἴπωσιν ὑμῖν ⸂ποιήσατε καὶ τηρεῖτε⸃, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":4,"text":"δεσμεύουσιν ⸀δὲ φορτία ⸀βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ⸃ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":5,"text":"πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι ⸀γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ ⸀κράσπεδα, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":6,"text":"φιλοῦσι ⸀δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":7,"text":"καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· ⸀Ῥαββί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":8,"text":"ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ ⸀διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":9,"text":"καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ⸂ὑμῶν ὁ πατὴρ⸃ ὁ ⸀οὐράνιος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":10,"text":"μηδὲ κληθῆτε καθηγηταί, ⸂ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς⸃ ὁ χριστός· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":11,"text":"ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":12,"text":"ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ⸀ὑψωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":13,"text":"Οὐαὶ ⸀δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ⸀εἰσελθεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":15,"text":"Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":16,"text":"Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":17,"text":"μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσας τὸν χρυσόν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":18,"text":"καί· Ὃς ⸀ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":19,"text":"⸀τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":20,"text":"ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":21,"text":"καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντι αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":22,"text":"καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":23,"text":"Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος⸃ καὶ τὴν πίστιν· ⸀ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":24,"text":"ὁδηγοὶ τυφλοί, ⸀οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":25,"text":"Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":26,"text":"Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος⸃, ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦ καθαρόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":27,"text":"Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":28,"text":"οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ⸂ἐστε μεστοὶ⸃ ὑποκρίσεως καὶ ἀνομίας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":29,"text":"Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":30,"text":"καὶ λέγετε· Εἰ ⸀ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθα ⸂αὐτῶν κοινωνοὶ⸃ ἐν τῷ αἵματι τῶν προφητῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":31,"text":"ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":32,"text":"καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":33,"text":"ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":34,"text":"διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":35,"text":"ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":36,"text":"ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει ⸂ταῦτα πάντα⸃ ἐπὶ τὴν γενεὰν ταύτην. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":37,"text":"Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ⸀ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸂ὄρνις ἐπισυνάγει⸃ τὰ νοσσία ⸀αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":38,"text":"ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸀ἔρημος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":23,"verse":39,"text":"λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":1,"text":"Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο⸃, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":2,"text":"ὁ δὲ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα⸃; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":3,"text":"Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":4,"text":"καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":5,"text":"πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":6,"text":"μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":7,"text":"ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":8,"text":"πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":9,"text":"Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":10,"text":"καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":11,"text":"καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":12,"text":"καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":13,"text":"ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":14,"text":"καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":15,"text":"Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":16,"text":"τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":17,"text":"ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":18,"text":"καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":19,"text":"οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":20,"text":"προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":21,"text":"ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":22,"text":"καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":23,"text":"τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":24,"text":"ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":25,"text":"ἰδοὺ προείρηκα ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":26,"text":"ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":27,"text":"ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":28,"text":"⸀ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":29,"text":"Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":30,"text":"καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":31,"text":"καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":32,"text":"Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":33,"text":"οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα⸃, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":34,"text":"ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":35,"text":"ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":36,"text":"Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός⸃, εἰ μὴ ὁ ⸀πατὴρ μόνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":37,"text":"ὥσπερ ⸀γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":38,"text":"⸀ὡς γὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":39,"text":"καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":40,"text":"τότε ⸂δύο ἔσονται⸃ ἐν τῷ ἀγρῷ, ⸀εἷς παραλαμβάνεται καὶ ⸁εἷς ἀφίεται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":41,"text":"δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":42,"text":"γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":43,"text":"ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":44,"text":"διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ⸃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":45,"text":"Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριος ἐπὶ τῆς ⸀οἰκετείας αὐτοῦ τοῦ ⸀δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":46,"text":"μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα⸃· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":47,"text":"ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":48,"text":"ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":49,"text":"καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":50,"text":"ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":24,"verse":51,"text":"καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":1,"text":"Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶν ἐξῆλθον εἰς ⸀ὑπάντησιν τοῦ νυμφίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":2,"text":"πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν⸃ ⸂μωραὶ καὶ πέντε φρόνιμοι⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":3,"text":"⸂αἱ γὰρ⸃ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":4,"text":"αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοις μετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":5,"text":"χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":6,"text":"μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":7,"text":"τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":8,"text":"αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":9,"text":"ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":10,"text":"ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":11,"text":"ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":12,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":13,"text":"γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⸀ὥραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":14,"text":"Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":15,"text":"καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":16,"text":"⸀πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησεν ἄλλα ⸀πέντε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":17,"text":"⸀ὡσαύτως ὁ τὰ δύο ⸀ἐκέρδησεν ἄλλα δύο· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":18,"text":"ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆν καὶ ⸀ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":19,"text":"μετὰ δὲ ⸂πολὺν χρόνον⸃ ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετʼ αὐτῶν⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":20,"text":"καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":21,"text":"⸀ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":22,"text":"προσελθὼν ⸀δὲ καὶ ὁ τὰ δύο ⸀τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":23,"text":"ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":24,"text":"προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":25,"text":"καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":26,"text":"ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":27,"text":"ἔδει ⸂σε οὖν⸃ βαλεῖν ⸂τὰ ἀργύριά⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":28,"text":"ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":29,"text":"τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ⸃ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":30,"text":"καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":31,"text":"Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱ ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":32,"text":"καὶ ⸀συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":33,"text":"καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":34,"text":"τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":35,"text":"ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":36,"text":"γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":37,"text":"τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":38,"text":"πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":39,"text":"πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":40,"text":"καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":41,"text":"τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ ⸀οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":42,"text":"ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":43,"text":"ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":44,"text":"τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":45,"text":"τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":25,"verse":46,"text":"καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":1,"text":"Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":2,"text":"Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":3,"text":"Τότε συνήχθησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":4,"text":"καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":5,"text":"ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":6,"text":"Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":7,"text":"προσῆλθεν αὐτῷ γυνὴ ⸂ἔχουσα ἀλάβαστρον μύρου⸃ βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς⸃ αὐτοῦ ἀνακειμένου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":8,"text":"ἰδόντες δὲ οἱ ⸀μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":9,"text":"ἐδύνατο γὰρ ⸀τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":10,"text":"γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":11,"text":"πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":12,"text":"βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":13,"text":"ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":14,"text":"Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":15,"text":"εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":16,"text":"καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":17,"text":"Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ ⸀λέγοντες· Ποῦ θέλεις ⸀ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":18,"text":"ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":19,"text":"καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":20,"text":"Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸀μαθητῶν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":21,"text":"καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":22,"text":"καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ⸂εἷς ἕκαστος⸃· Μήτι ἐγώ εἰμι, κύριε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":23,"text":"ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ ⸂τὴν χεῖρα ἐν τῷ τρυβλίῳ⸃ οὗτός με παραδώσει· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":24,"text":"ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":25,"text":"ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":26,"text":"Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ⸀ἄρτον καὶ ⸀εὐλογήσας ἔκλασεν καὶ ⸂δοὺς τοῖς μαθηταῖς⸃ εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":27,"text":"καὶ ⸀λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":28,"text":"τοῦτο γάρ ἐστιν τὸ αἷμά ⸀μου ⸀τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":29,"text":"λέγω δὲ ⸀ὑμῖν, οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":30,"text":"καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":31,"text":"Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ ⸀διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":32,"text":"μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":33,"text":"ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ⸀ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":34,"text":"ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":35,"text":"λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ⸀ἀπαρνήσομαι. ⸀ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":36,"text":"Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ⸂ἐκεῖ προσεύξωμαι⸃. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":37,"text":"καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":38,"text":"τότε λέγει ⸀αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":39,"text":"καὶ ⸀προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":40,"text":"καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":41,"text":"γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":42,"text":"πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται ⸀τοῦτο ⸀παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":43,"text":"καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς⸃ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":44,"text":"καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἀπελθὼν⸃ προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν ⸀πάλιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":45,"text":"τότε ἔρχεται πρὸς τοὺς ⸀μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":46,"text":"ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":47,"text":"Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":48,"text":"ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":49,"text":"καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":50,"text":"ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ⸀ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":51,"text":"καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":52,"text":"τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου⸃ εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":53,"text":"ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω⸃ δώδεκα λεγιῶνας ἀγγέλων; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":54,"text":"πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":55,"text":"ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ⸀ἡμέραν ⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων⸃ καὶ οὐκ ἐκρατήσατέ με. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":56,"text":"τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":57,"text":"Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":58,"text":"ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":59,"text":"οἱ δὲ ἀρχιερεῖς ⸀καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":60,"text":"καὶ οὐχ εὗρον ⸂πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο⸃ ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":61,"text":"εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":62,"text":"καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":63,"text":"ὁ δὲ Ἰησοῦς ἐσιώπα. ⸀καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":64,"text":"λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":65,"text":"τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ ⸀λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν ⸀βλασφημίαν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":66,"text":"τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":67,"text":"τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":68,"text":"λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":69,"text":"Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω⸃ ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":70,"text":"ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":71,"text":"ἐξελθόντα ⸀δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖς ἐκεῖ· ⸀Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":72,"text":"καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":73,"text":"μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":74,"text":"τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέως ἀλέκτωρ ἐφώνησεν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":26,"verse":75,"text":"καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματος Ἰησοῦ ⸀εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":1,"text":"Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":2,"text":"καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":3,"text":"Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":4,"text":"λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":5,"text":"καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":6,"text":"οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":7,"text":"συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":8,"text":"διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":9,"text":"τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":10,"text":"καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":11,"text":"Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη· Σὺ λέγεις. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":12,"text":"καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":13,"text":"τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":14,"text":"καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":15,"text":"Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":16,"text":"εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀Ἰησοῦν Βαραββᾶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":17,"text":"συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν⸃ Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":18,"text":"ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":19,"text":"Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":20,"text":"Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":21,"text":"ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν Βαραββᾶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":22,"text":"λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":23,"text":"ὁ ⸀δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":24,"text":"Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος τούτου· ὑμεῖς ὄψεσθε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":25,"text":"καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":26,"text":"τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":27,"text":"Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":28,"text":"καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":29,"text":"καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς⸃ αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ⸃ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":30,"text":"καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":31,"text":"καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":32,"text":"Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":33,"text":"Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος⸃, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":34,"text":"ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησεν πιεῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":35,"text":"σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":36,"text":"καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":37,"text":"καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":38,"text":"Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":39,"text":"οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":40,"text":"καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":41,"text":"ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων ἔλεγον· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":42,"text":"Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":43,"text":"πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":44,"text":"τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":45,"text":"Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":46,"text":"περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ⸃ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":47,"text":"τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":48,"text":"καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":49,"text":"οἱ δὲ λοιποὶ ⸀ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":50,"text":"ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":51,"text":"καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο⸃, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":52,"text":"καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":53,"text":"καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":54,"text":"Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς⸃ ἦν οὗτος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":55,"text":"Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":56,"text":"ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":57,"text":"Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθη τῷ Ἰησοῦ· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":58,"text":"οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":59,"text":"καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸ σινδόνι καθαρᾷ, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":60,"text":"καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":61,"text":"ἦν δὲ ἐκεῖ ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":62,"text":"Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":63,"text":"λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":64,"text":"κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":65,"text":"⸀ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":27,"verse":66,"text":"οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":1,"text":"Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":2,"text":"καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ ⸀καὶ προσελθὼν ἀπεκύλισε τὸν ⸀λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":3,"text":"ἦν δὲ ἡ εἰδέα αὐτοῦ ⸀ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":4,"text":"ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ⸀ὡς νεκροί. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":5,"text":"ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":6,"text":"οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ⸀ἔκειτο· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":7,"text":"καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":8,"text":"καὶ ⸀ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":9,"text":"⸀καὶ ⸀ἰδοὺ Ἰησοῦς ⸀ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":10,"text":"τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":11,"text":"Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":12,"text":"καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":13,"text":"λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":14,"text":"καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸀αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":15,"text":"οἱ δὲ λαβόντες ⸀τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ⸀ἡμέρας. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":16,"text":"Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":17,"text":"καὶ ἰδόντες αὐτὸν ⸀προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":18,"text":"καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆς γῆς· ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":19,"text":"πορευθέντες ⸀οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Matt","chapter":28,"verse":20,"text":"διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ⸀αἰῶνος. ","greek_name":"ΚΑΤΑ.ΜΑΘΘΑΙΟΝ"} {"book":"Phil","chapter":1,"verse":1,"text":"Παῦλος καὶ Τιμόθεος δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ⸃ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":2,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":3,"text":"Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":4,"text":"πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":5,"text":"ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":6,"text":"πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ⸃· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":7,"text":"καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":8,"text":"μάρτυς γάρ ⸀μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ⸂Χριστοῦ Ἰησοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":9,"text":"καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":10,"text":"εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":11,"text":"πεπληρωμένοι ⸂καρπὸν δικαιοσύνης τὸν⸃ διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":12,"text":"Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":13,"text":"ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":14,"text":"καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν ⸀λόγον λαλεῖν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":15,"text":"Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":16,"text":"οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι⸃, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":17,"text":"οἱ δὲ ἐξ ⸂ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου⸃. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":18,"text":"τί γάρ; πλὴν ⸀ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":19,"text":"οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":20,"text":"κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":21,"text":"ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":22,"text":"εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":23,"text":"συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ ⸀γὰρ μᾶλλον κρεῖσσον, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":24,"text":"τὸ δὲ ἐπιμένειν ⸀ἐν τῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":25,"text":"καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ ⸀παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":26,"text":"ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":27,"text":"Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ⸀ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":28,"text":"καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις ⸂ἐστὶν αὐτοῖς⸃ ἔνδειξις ἀπωλείας, ⸀ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":29,"text":"ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":1,"verse":30,"text":"τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":1,"text":"Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":2,"text":"πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":3,"text":"μηδὲν κατʼ ἐριθείαν ⸂μηδὲ κατὰ⸃ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":4,"text":"μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι ⸀σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ⸁ἕκαστοι. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":5,"text":"τοῦτο ⸀φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":6,"text":"ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":7,"text":"ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":8,"text":"ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":9,"text":"διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ⸀τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":10,"text":"ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":11,"text":"καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":12,"text":"Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":13,"text":"⸀θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":14,"text":"Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":15,"text":"ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ⸂ἄμωμα μέσον⸃ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":16,"text":"λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":17,"text":"ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":18,"text":"τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":19,"text":"Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":20,"text":"οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":21,"text":"οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ⸂Ἰησοῦ Χριστοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":22,"text":"τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":23,"text":"τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":24,"text":"πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":25,"text":"Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":26,"text":"ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ⸀ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":27,"text":"καὶ γὰρ ἠσθένησεν παραπλήσιον ⸀θανάτῳ· ἀλλὰ ὁ θεὸς ⸂ἠλέησεν αὐτόν⸃, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":28,"text":"σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":29,"text":"προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":2,"verse":30,"text":"ὅτι διὰ τὸ ἔργον ⸀Χριστοῦ μέχρι θανάτου ἤγγισεν, ⸀παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":1,"text":"Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":2,"text":"Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":3,"text":"ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":4,"text":"καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":5,"text":"περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":6,"text":"κατὰ ⸀ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":7,"text":"Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":8,"text":"ἀλλὰ ⸀μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι ⸀σκύβαλα ἵνα Χριστὸν κερδήσω ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":9,"text":"καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":10,"text":"τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ ⸀κοινωνίαν παθημάτων αὐτοῦ, ⸀συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":11,"text":"εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":12,"text":"Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ ⸀Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":13,"text":"ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸀οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":14,"text":"κατὰ σκοπὸν διώκω ⸀εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":15,"text":"ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":16,"text":"πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ ⸀στοιχεῖν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":17,"text":"Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":18,"text":"πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":19,"text":"ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":20,"text":"ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":3,"verse":21,"text":"ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ⸀ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ⸀αὑτῷ τὰ πάντα. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":1,"text":"ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":2,"text":"Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":3,"text":"ναὶ ἐρωτῶ καὶ σέ, ⸂γνήσιε σύζυγε⸃, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":4,"text":"Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":5,"text":"τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":6,"text":"μηδὲν μεριμνᾶτε, ἀλλʼ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετʼ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":7,"text":"καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":8,"text":"Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":9,"text":"ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθʼ ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":10,"text":"Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφʼ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":11,"text":"οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":12,"text":"οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":13,"text":"πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί ⸀με. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":14,"text":"πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":15,"text":"Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":16,"text":"ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":17,"text":"οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":18,"text":"ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":19,"text":"ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ ⸂τὸ πλοῦτος⸃ αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":20,"text":"τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":21,"text":"Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":22,"text":"ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phil","chapter":4,"verse":23,"text":"ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ ⸂τοῦ πνεύματος⸃ ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΙΠΠΗΣΙΟΥΣ"} {"book":"Phlm","chapter":1,"verse":1,"text":"Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":2,"text":"καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":3,"text":"χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":4,"text":"Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":5,"text":"ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸀πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":6,"text":"ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ ⸀τοῦ ἐν ἡμῖν εἰς ⸀Χριστόν· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":7,"text":"⸀χαρὰν γὰρ ⸂πολλὴν ἔσχον⸃ καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":8,"text":"Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":9,"text":"διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ⸃— ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":10,"text":"παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":11,"text":"τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":12,"text":"ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":13,"text":"ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ⸃ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":14,"text":"χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":15,"text":"τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":16,"text":"οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":17,"text":"Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":18,"text":"εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ⸀ἐλλόγα· ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":19,"text":"ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":20,"text":"ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":21,"text":"πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃ λέγω ποιήσεις. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":22,"text":"ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":23,"text":"⸀Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":24,"text":"Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Phlm","chapter":1,"verse":25,"text":"Ἡ χάρις τοῦ ⸀κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΦΙΛΗΜΟΝΑ"} {"book":"Rev","chapter":1,"verse":1,"text":"Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":2,"text":"ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":3,"text":"μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":4,"text":"Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ⸀ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":5,"text":"καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ ⸀λύσαντι ἡμᾶς ⸀ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ— ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":6,"text":"καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ— αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων⸃· ἀμήν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":7,"text":"Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":8,"text":"Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος, ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":9,"text":"Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ ⸀συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ⸀ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ ⸀καὶ τὴν μαρτυρίαν ⸀Ἰησοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":10,"text":"ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ⸂ὀπίσω μου φωνὴν⸃ μεγάλην ὡς σάλπιγγος ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":11,"text":"λεγούσης· Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":12,"text":"⸀Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":13,"text":"καὶ ἐν μέσῳ ⸀τῶν λυχνιῶν ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":14,"text":"ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":15,"text":"καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ ⸀πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":16,"text":"καὶ ἔχων ἐν τῇ δεξιᾷ ⸂χειρὶ αὐτοῦ⸃ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":17,"text":"Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":18,"text":"καὶ ὁ ζῶν— καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων— καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":19,"text":"γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει ⸀γίνεσθαι μετὰ ταῦτα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":1,"verse":20,"text":"τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ⸀οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":1,"text":"Τῷ ἀγγέλῳ ⸀τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":2,"text":"Οἶδα τὰ ἔργα σου, καὶ τὸν ⸀κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ⸀ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":3,"text":"καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ ⸂οὐ κεκοπίακες⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":4,"text":"ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":5,"text":"μνημόνευε οὖν πόθεν ⸀πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί ⸀σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":6,"text":"ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":7,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ ⸀θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":8,"text":"Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":9,"text":"Οἶδά ⸀σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":10,"text":"⸀μηδὲν φοβοῦ ἃ μέλλεις ⸀πάσχειν. ⸀ἰδοὺ μέλλει ⸀βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ⸀ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":11,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":12,"text":"Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":13,"text":"⸀Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ⸀καὶ ἐν ταῖς ⸀ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου, ὁ πιστός ⸀μου, ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":14,"text":"ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ⸂ἐδίδασκεν τῷ⸃ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸀φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":15,"text":"οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν ⸀διδαχὴν Νικολαϊτῶν ὁμοίως. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":16,"text":"μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":17,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω ⸀αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":18,"text":"Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":19,"text":"Οἶδά σου τὰ ἔργα, καὶ τὴν ⸂ἀγάπην καὶ τὴν πίστιν⸃ καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":20,"text":"ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν ⸀γυναῖκα Ἰεζάβελ, ἡ ⸀λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":21,"text":"καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":22,"text":"ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετʼ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ ⸀μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":23,"text":"καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":24,"text":"ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφʼ ὑμᾶς ἄλλο βάρος· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":25,"text":"πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":26,"text":"καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":27,"text":"καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ ⸀συντρίβεται, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":28,"text":"ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":2,"verse":29,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":1,"text":"Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":2,"text":"γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν⸃, οὐ γὰρ εὕρηκά σου ⸀τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":3,"text":"μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":4,"text":"ἀλλὰ ⸂ἔχεις ὀλίγα⸃ ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":5,"text":"ὁ νικῶν ⸀οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":6,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":7,"text":"Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸀Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, ⸂καὶ κλείων⸃ καὶ οὐδεὶς ⸀ἀνοίγει· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":8,"text":"Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":9,"text":"ἰδοὺ ⸀διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ⸂ἥξουσιν καὶ προσκυνήσουσιν⸃ ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸀ἐγὼ ἠγάπησά σε. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":10,"text":"ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":11,"text":"ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":12,"text":"ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ ⸀καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":13,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":14,"text":"Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς ⸀καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":15,"text":"Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":16,"text":"οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":17,"text":"ὅτι λέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":18,"text":"συμβουλεύω σοι ἀγοράσαι ⸂παρʼ ἐμοῦ χρυσίον⸃ πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ⸀ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":19,"text":"ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευε οὖν καὶ μετανόησον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":20,"text":"ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":21,"text":"ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":3,"verse":22,"text":"ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":1,"text":"Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":2,"text":"⸀εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":3,"text":"⸂καὶ ὁ καθήμενος⸃ ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸂ὅμοιος ὁράσει σμαραγδίνῳ⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":4,"text":"καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":5,"text":"καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ εἰσιν ⸀τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":6,"text":"καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":7,"text":"καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ⸀ἔχων ⸂τὸ πρόσωπον ὡς⸃ ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":8,"text":"καὶ τὰ τέσσαρα ζῷα, ἓν ⸂καθʼ ἓν⸃ ⸀αὐτῶν ⸀ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":9,"text":"καὶ ὅταν ⸀δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ⸃, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":10,"text":"πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":4,"verse":11,"text":"Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ⸀ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας ⸀τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":1,"text":"Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":2,"text":"καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":3,"text":"καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ⸃ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":4,"text":"καὶ ⸀ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":5,"text":"καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":6,"text":"Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸς ὡς ἐσφαγμένον, ⸀ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":7,"text":"καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":8,"text":"καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱ προσευχαὶ τῶν ἁγίων· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":9,"text":"καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":10,"text":"καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσιν ἐπὶ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":11,"text":"Καὶ εἶδον, καὶ ⸀ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":12,"text":"λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":13,"text":"καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":5,"verse":14,"text":"καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":1,"text":"Καὶ εἶδον ⸀ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· ⸀Ἔρχου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":2,"text":"καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":3,"text":"Καὶ ὅτε ἤνοιξεν τὴν ⸂σφραγῖδα τὴν δευτέραν⸃, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":4,"text":"καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπʼ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς ⸀καὶ ἵνα ἀλλήλους ⸀σφάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":5,"text":"Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ ⸀εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":6,"text":"καὶ ἤκουσα ⸀ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες ⸀κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":7,"text":"Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα ⸀φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· ⸀Ἔρχου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":8,"text":"καὶ ⸂εἶδον, καὶ⸃ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει ⸂μετʼ αὐτοῦ⸃, καὶ ἐδόθη ⸀αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":9,"text":"Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν ⸀μαρτυρίαν ἣν εἶχον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":10,"text":"καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· Ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":11,"text":"καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ⸀ἀναπαύσονται ἔτι χρόνον ⸀μικρόν, ἕως ⸀πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ ⸀αὐτῶν οἱ μέλλοντες ⸀ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":12,"text":"Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ⸂ἐγένετο μέλας⸃ ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":13,"text":"καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ ⸀βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":14,"text":"καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":15,"text":"καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":16,"text":"καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις· Πέσετε ἐφʼ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":6,"verse":17,"text":"ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς ⸀αὐτῶν, καὶ τίς δύναται σταθῆναι; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":1,"text":"⸀Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶν δένδρον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":2,"text":"καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":3,"text":"λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ⸀ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":4,"text":"Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸀ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ⸀ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":5,"text":"ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":6,"text":"ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":7,"text":"ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":8,"text":"ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":9,"text":"Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸀αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ⸀φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":10,"text":"καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":11,"text":"καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":12,"text":"λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":13,"text":"Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":14,"text":"καὶ ⸀εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ⸀αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":15,"text":"διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσει ἐπʼ αὐτούς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":16,"text":"οὐ πεινάσουσιν ἔτι ⸀οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":7,"verse":17,"text":"ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸀ποιμανεῖ αὐτούς, καὶ ⸀ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":1,"text":"Καὶ ⸀ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":2,"text":"καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":3,"text":"Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα ⸀δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":4,"text":"καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":5,"text":"καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":6,"text":"Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ⸀αὑτοὺς ἵνα σαλπίσωσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":7,"text":"Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":8,"text":"Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα ⸀πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":9,"text":"καὶ ἀπέθανε τὸ τρίτον ⸀τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων ⸀διεφθάρησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":10,"text":"Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":11,"text":"καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται· ⸀ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":12,"text":"Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ⸂ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς⸃, καὶ ἡ νὺξ ὁμοίως. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":8,"verse":13,"text":"Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ ⸂τοὺς κατοικοῦντας⸃ ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":1,"text":"Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":2,"text":"καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸀μεγάλης, καὶ ⸀ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":3,"text":"καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":4,"text":"καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν ⸀μετώπων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":5,"text":"καὶ ἐδόθη ⸀αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλʼ ἵνα ⸀βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":6,"text":"καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ ⸀φεύγει ⸂ὁ θάνατος ἀπʼ αὐτῶν⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":7,"text":"Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂ὅμοιοι χρυσῷ⸃, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":8,"text":"καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":9,"text":"καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":10,"text":"καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂ἡ ἐξουσία αὐτῶν⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":11,"text":"⸂ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν⸃ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ⸂καὶ ἐν⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":12,"text":"Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":13,"text":"Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ ⸀τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":14,"text":"⸀λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":15,"text":"καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν ⸀καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":16,"text":"καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ⸀ἱππικοῦ ⸀δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":17,"text":"καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":18,"text":"ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":19,"text":"ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸀ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":20,"text":"Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸀οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸀προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸀δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":9,"verse":21,"text":"καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν ⸀φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":1,"text":"Καὶ εἶδον ⸀ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ ⸂τὴν κεφαλὴν⸃ αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":2,"text":"καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ⸀βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":3,"text":"καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":4,"text":"καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":5,"text":"καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":6,"text":"καὶ ⸀ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":7,"text":"ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ⸂ἑαυτοῦ δούλους⸃ τοὺς προφήτας. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":8,"text":"Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸀λαλοῦσαν μετʼ ἐμοῦ καὶ ⸀λέγουσαν· Ὕπαγε λάβε τὸ ⸀βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":9,"text":"καὶ ⸀ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ ⸀βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":10,"text":"καὶ ἔλαβον τὸ ⸀βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":10,"verse":11,"text":"Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς ⸀καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":1,"text":"Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ⸀Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":2,"text":"καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ⸀ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας ⸀τεσσεράκοντα δύο. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":3,"text":"καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, ⸀περιβεβλημένοι σάκκους. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":4,"text":"Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ⸀ἑστῶτες. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":5,"text":"καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις ⸂θελήσῃ αὐτοὺς⸃ ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":6,"text":"οὗτοι ἔχουσιν ⸂τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν⸃, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ⸂ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":7,"text":"Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετʼ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":8,"text":"καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":9,"text":"καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ⸀καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ⸀ἀφίουσιν τεθῆναι εἰς μνῆμα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":10,"text":"καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ ⸀εὐφραίνονται, καὶ δῶρα ⸀πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":11,"text":"Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ⸂ἐν αὐτοῖς⸃, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ⸀ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":12,"text":"καὶ ⸀ἤκουσαν ⸂φωνῆς μεγάλης⸃ ἐκ τοῦ οὐρανοῦ ⸀λεγούσης αὐτοῖς· ⸀Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":13,"text":"καὶ ἐν ἐκείνῃ τῇ ⸀ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":14,"text":"Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ⸂ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη⸃ ἔρχεται ταχύ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":15,"text":"Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ ⸀λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":16,"text":"Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ ⸂θεοῦ καθήμενοι⸃ ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":17,"text":"λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":18,"text":"καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, ⸂τοὺς μικροὺς καὶ τοὺς μεγάλους⸃, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":11,"verse":19,"text":"Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ⸀ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης ⸀αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ ⸂καὶ σεισμὸς⸃ καὶ χάλαζα μεγάλη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":1,"text":"Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":2,"text":"καὶ ἐν γαστρὶ ἔχουσα· ⸂καὶ κράζει⸃ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":3,"text":"καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων ⸂μέγας πυρρός⸃, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":4,"text":"καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":5,"text":"καὶ ἔτεκεν υἱόν, ⸀ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":6,"text":"καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ⸀ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ ⸀τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":7,"text":"Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ⸀τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":8,"text":"καὶ οὐκ ⸀ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη ⸀αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":9,"text":"καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ⸀ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετʼ αὐτοῦ ἐβλήθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":10,"text":"Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ ⸀κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν ⸀αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":11,"text":"καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":12,"text":"διὰ τοῦτο εὐφραίνεσθε, ⸀οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ ⸂τὴν γῆν καὶ τὴν θάλασσαν⸃, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":13,"text":"Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":14,"text":"καὶ ἐδόθησαν τῇ γυναικὶ ⸀αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ⸂ὅπου τρέφεται⸃ ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":15,"text":"καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":16,"text":"καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":17,"text":"καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":12,"verse":18,"text":"καὶ ⸀ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":1,"text":"Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ⸀ὀνόματα βλασφημίας. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":2,"text":"καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":3,"text":"καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ⸀ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ⸀ἐθαυμάσθη ⸂ὅλη ἡ γῆ⸃ ὀπίσω τοῦ θηρίου, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":4,"text":"καὶ προσεκύνησαν τῷ δράκοντι ⸂ὅτι ἔδωκεν⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς ⸀δύναται πολεμῆσαι μετʼ αὐτοῦ; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":5,"text":"Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ ⸀βλασφημίας, καὶ ἐδόθη αὐτῷ ⸀ἐξουσία ποιῆσαι μῆνας ⸀τεσσεράκοντα δύο. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":6,"text":"καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς ⸀βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":7,"text":"καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":8,"text":"καὶ προσκυνήσουσιν ⸀αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸀οὗ οὐ γέγραπται τὸ ὄνομα ⸀αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":9,"text":"Εἴ τις ἔχει οὖς ἀκουσάτω. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":10,"text":"εἴ τις ⸂εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν⸃ ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ⸀ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":11,"text":"Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":12,"text":"καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ⸀ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα ⸀προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":13,"text":"καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂ἵνα καὶ πῦρ ποιῇ⸃ ἐκ τοῦ οὐρανοῦ ⸂καταβαίνειν εἰς⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":14,"text":"καὶ πλανᾷ ⸀τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ⸂ὃς ἔχει⸃ τὴν πληγὴν ⸂τῆς μαχαίρης καὶ ἔζησεν⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":15,"text":"καὶ ἐδόθη ⸀αὐτῷ ⸂δοῦναι πνεῦμα⸃ τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ⸀ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":16,"text":"καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα ⸀δῶσιν αὐτοῖς ⸀χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":17,"text":"καὶ ἵνα μή τις ⸀δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":13,"verse":18,"text":"ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς ⸀αὐτοῦ ⸂ἑξακόσιοι ἑξήκοντα ἕξ⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":1,"text":"Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ⸀ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ ⸀αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":2,"text":"καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":3,"text":"καὶ ᾄδουσιν ⸀ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":4,"text":"οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· ⸀οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ⸀ὑπάγῃ· ⸁οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":5,"text":"καὶ ⸂ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη⸃ ψεῦδος· ⸀ἄμωμοί εἰσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":6,"text":"Καὶ εἶδον ⸀ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ⸀ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":7,"text":"λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν ⸀θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε ⸂τῷ ποιήσαντι⸃ τὸν οὐρανὸν καὶ τὴν γῆν ⸀καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":8,"text":"Καὶ ἄλλος ⸂δεύτερος ἄγγελος⸃ ἠκολούθησεν λέγων· Ἔπεσεν, ⸀ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ⸀ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":9,"text":"Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":10,"text":"καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ⸂ἀγγέλων ἁγίων⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":11,"text":"καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":12,"text":"Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":13,"text":"Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπʼ ἄρτι. ⸂ναί, λέγει⸃ τὸ πνεῦμα, ἵνα ⸀ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ ⸀γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":14,"text":"Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":15,"text":"καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":16,"text":"καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ ⸂τῆς νεφέλης⸃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":17,"text":"Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":18,"text":"καὶ ἄλλος ⸀ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ⸀ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν ⸀φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":19,"text":"καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":14,"verse":20,"text":"καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":1,"text":"Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":2,"text":"Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":3,"text":"καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ⸀αἰώνων· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":4,"text":"τίς οὐ μὴ ⸀φοβηθῇ, κύριε, καὶ ⸀δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ⸀ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":5,"text":"Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":6,"text":"καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ⸀ἐνδεδυμένοι ⸀λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":7,"text":"καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":15,"verse":8,"text":"καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":1,"text":"Καὶ ἤκουσα ⸂μεγάλης φωνῆς⸃ ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":2,"text":"Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":3,"text":"Καὶ ὁ ⸀δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆς ἀπέθανεν ⸀τὰ ἐν τῇ θαλάσσῃ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":4,"text":"Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς ⸀καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":5,"text":"καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ⸀ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":6,"text":"ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸀δέδωκας πιεῖν· ἄξιοί εἰσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":7,"text":"καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":8,"text":"Καὶ ὁ ⸀τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸂τοὺς ἀνθρώπους ἐν πυρί⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":9,"text":"καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":10,"text":"Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":11,"text":"καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":12,"text":"Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":13,"text":"καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα⸃ ὡς βάτραχοι· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":14,"text":"εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":15,"text":"Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":16,"text":"καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":17,"text":"Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸀ἐκ τοῦ ⸀ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν— ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":18,"text":"καὶ ἐγένοντο ἀστραπαὶ καὶ ⸂φωναὶ καὶ βρονταί⸃, καὶ σεισμὸς ⸀ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφʼ οὗ ⸂ἄνθρωποι ἐγένοντο⸃ ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":19,"text":"καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":20,"text":"καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":16,"verse":21,"text":"καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":1,"text":"Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ⸀ὑδάτων πολλῶν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":2,"text":"μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":3,"text":"καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸀γέμοντα ὀνόματα βλασφημίας, ⸀ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":4,"text":"καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, ⸀καὶ κεχρυσωμένη ⸀χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":5,"text":"καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":6,"text":"καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων ⸀καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":7,"text":"καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":8,"text":"τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸀ὑπάγει· καὶ ⸀θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂τὸ ὄνομα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων ⸂τὸ θηρίον ὅτι ἦν⸃ καὶ οὐκ ἔστιν καὶ παρέσται. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":9,"text":"Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ⸂ἑπτά εἰσιν⸃· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":10,"text":"οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον ⸂αὐτὸν δεῖ⸃ μεῖναι, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":11,"text":"καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ ⸀αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":12,"text":"καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":13,"text":"οὗτοι μίαν ⸂γνώμην ἔχουσιν⸃, καὶ τὴν δύναμιν ⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":14,"text":"οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":15,"text":"Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":16,"text":"καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ ⸀γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":17,"text":"ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸂μίαν γνώμην⸃ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸀τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":17,"verse":18,"text":"καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":1,"text":"Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":2,"text":"καὶ ἔκραξεν ⸀ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ⸀ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον ⸀δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου ⸂καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου⸃ καὶ μεμισημένου, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":3,"text":"ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς ⸀πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":4,"text":"Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ⸀Ἐξέλθατε, ⸂ὁ λαός μου, ἐξ αὐτῆς⸃, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":5,"text":"ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":6,"text":"ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ ⸀διπλώσατε ⸀τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":7,"text":"ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":8,"text":"διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":9,"text":"Καὶ κλαύσουσιν καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":10,"text":"ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":11,"text":"Καὶ οἱ ἔμποροι τῆς γῆς ⸂κλαίουσιν καὶ πενθοῦσιν⸃ ἐπʼ ⸀αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":12,"text":"γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ ⸀μαργαριτῶν καὶ βυσσίνου καὶ ⸀πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":13,"text":"καὶ κιννάμωμον ⸂καὶ ἄμωμον⸃ καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ ⸂κτήνη καὶ πρόβατα⸃, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":14,"text":"καὶ ἡ ὀπώρα ⸂σου τῆς ἐπιθυμίας τῆς ψυχῆς⸃ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ ⸀οὐκέτι ⸂οὐ μὴ αὐτὰ εὑρήσουσιν⸃. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":15,"text":"οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":16,"text":"⸀λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ ⸀κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ ⸀μαργαρίτῃ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":17,"text":"ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":18,"text":"καὶ ⸀ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":19,"text":"καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ⸀ἔκραξαν κλαίοντες καὶ ⸀πενθοῦντες λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":20,"text":"Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":21,"text":"Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς ⸀μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":22,"text":"καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":23,"text":"καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":18,"verse":24,"text":"καὶ ἐν αὐτῇ ⸀αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":1,"text":"Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ ⸂δόξα καὶ ἡ δύναμις⸃ τοῦ θεοῦ ἡμῶν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":2,"text":"ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ⸀ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":3,"text":"καὶ δεύτερον ⸀εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":4,"text":"καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ⸃ λέγοντες· Ἀμήν, Ἁλληλουϊά. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":5,"text":"Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε ⸂τῷ θεῷ⸃ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, ⸀καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":6,"text":"καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, ⸀λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ ⸀θεός, ὁ παντοκράτωρ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":7,"text":"χαίρωμεν καὶ ⸀ἀγαλλιῶμεν, καὶ ⸀δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":8,"text":"καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον ⸀λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":9,"text":"Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":10,"text":"καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ ⸀μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":11,"text":"Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ⸂πιστὸς καλούμενος⸃ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":12,"text":"οἱ δὲ ὀφθαλμοὶ ⸀αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ⸀ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":13,"text":"καὶ περιβεβλημένος ἱμάτιον ⸀βεβαμμένον αἵματι, καὶ ⸀κέκληται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":14,"text":"καὶ τὰ στρατεύματα ⸀τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":15,"text":"καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ⸀ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":16,"text":"καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":17,"text":"Καὶ εἶδον ⸀ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ⸀ἔκραξεν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":18,"text":"ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπʼ ⸀αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν ⸀καὶ μεγάλων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":19,"text":"καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι ⸀τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":20,"text":"καὶ ἐπιάσθη τὸ θηρίον καὶ ⸂μετʼ αὐτοῦ ὁ⸃ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς ⸂τῆς καιομένης⸃ ἐν θείῳ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":19,"verse":21,"text":"καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":1,"text":"Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":2,"text":"καὶ ἐκράτησεν τὸν δράκοντα, ⸂ὁ ὄφις ὁ ἀρχαῖος⸃, ὅς ἐστιν Διάβολος καὶ ὁ ⸀Σατανᾶς, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":3,"text":"καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ ⸀πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ⸀μετὰ ταῦτα δεῖ ⸂λυθῆναι αὐτὸν⸃ μικρὸν χρόνον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":4,"text":"Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπʼ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ ⸀χίλια ἔτη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":5,"text":"⸀οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":6,"text":"μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ ⸀χίλια ἔτη. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":7,"text":"Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":8,"text":"καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ ⸀καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ⸀αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":9,"text":"καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ⸀ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ⸂ἐκ τοῦ οὐρανοῦ⸃ καὶ κατέφαγεν αὐτούς· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":10,"text":"καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":11,"text":"Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ⸂ἐπʼ αὐτοῦ⸃, οὗ ἀπὸ ⸀τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":12,"text":"καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":13,"text":"καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":14,"text":"καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ ⸂θάνατος ὁ δεύτερός⸃ ἐστιν, ἡ λίμνη τοῦ πυρός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":20,"verse":15,"text":"καὶ εἴ τις οὐχ εὑρέθη ἐν ⸂τῇ βίβλῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":1,"text":"Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":2,"text":"καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":3,"text":"καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ⸀θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ ⸀λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ⸂μετʼ αὐτῶν ἔσται⸃, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":4,"text":"καὶ ἐξαλείψει πᾶν δάκρυον ⸀ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ⸀ἔτι. τὰ πρῶτα ἀπῆλθαν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":5,"text":"Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ ⸂καινὰ ποιῶ πάντα⸃. καὶ ⸀λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι ⸂πιστοὶ καὶ ἀληθινοί⸃ εἰσιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":6,"text":"καὶ εἶπέν μοι· ⸂Γέγοναν. ἐγὼ⸃ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":7,"text":"ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":8,"text":"τοῖς δὲ δειλοῖς καὶ ⸀ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":9,"text":"Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ⸂τῶν γεμόντων⸃ τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν ⸂νύμφην τὴν γυναῖκα⸃ τοῦ ἀρνίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":10,"text":"καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν ⸀πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":11,"text":"ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":12,"text":"ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ ⸂τοῖς πυλῶσιν⸃ ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ⸀ἐστιν τῶν δώδεκα ⸀φυλῶν υἱῶν Ἰσραήλ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":13,"text":"ἀπὸ ⸀ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":14,"text":"καὶ τὸ τεῖχος τῆς πόλεως ⸀ἔχων θεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":15,"text":"Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":16,"text":"καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ⸀ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ ⸀σταδίους δώδεκα ⸀χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":17,"text":"καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":18,"text":"⸀καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":19,"text":"⸀οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":20,"text":"ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":21,"text":"καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":22,"text":"Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":23,"text":"καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":24,"text":"καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν ⸂τὴν δόξαν αὐτῶν⸃ εἰς αὐτήν· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":25,"text":"καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":26,"text":"καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":21,"verse":27,"text":"καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ⸀ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":1,"text":"Καὶ ἔδειξέν μοι ⸀ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":2,"text":"ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ⸀ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":3,"text":"καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":4,"text":"καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":5,"text":"καὶ νὺξ οὐκ ἔσται ⸀ἔτι, καὶ ⸂οὐκ ἔχουσιν χρείαν⸃ ⸀φωτὸς λύχνου καὶ ⸀φῶς ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ⸀ἐπʼ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":6,"text":"Καὶ ⸀εἶπέν μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ⸀ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":7,"text":"καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":8,"text":"Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":9,"text":"καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":10,"text":"Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":11,"text":"ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ⸀ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":12,"text":"Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶν αὐτοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":13,"text":"ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ⸀ἡ ἀρχὴ καὶ ⸀τὸ τέλος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":14,"text":"Μακάριοι οἱ ⸂πλύνοντες τὰς στολὰς αὐτῶν⸃, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":15,"text":"ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":16,"text":"Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":17,"text":"καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":18,"text":"Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ⸀ἐπιθήσει ὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":19,"text":"καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ⸀ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":20,"text":"Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ⸀ἔρχου, κύριε Ἰησοῦ. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rev","chapter":22,"verse":21,"text":"Ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μετὰ ⸀πάντων. ","greek_name":"ΑΠΟΚΑΛΥΨΙΣ.ΙΩΑΝΝΟΥ"} {"book":"Rom","chapter":1,"verse":1,"text":"Παῦλος δοῦλος ⸂Χριστοῦ Ἰησοῦ⸃, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":2,"text":"ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":3,"text":"περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":4,"text":"τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":5,"text":"διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":6,"text":"ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":7,"text":"πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":8,"text":"Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ⸀περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":9,"text":"μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":10,"text":"πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":11,"text":"ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":12,"text":"τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":13,"text":"οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":14,"text":"Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":15,"text":"οὕτως τὸ κατʼ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":16,"text":"Οὐ γὰρ ἐπαισχύνομαι τὸ ⸀εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":17,"text":"δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":18,"text":"Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":19,"text":"διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ ⸂θεὸς γὰρ⸃ αὐτοῖς ἐφανέρωσεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":20,"text":"τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":21,"text":"διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":22,"text":"φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":23,"text":"καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":24,"text":"⸀Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ⸀αὐτοῖς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":25,"text":"οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":26,"text":"Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":27,"text":"ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ⸀ἑαυτοῖς ἀπολαμβάνοντες. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":28,"text":"Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":29,"text":"πεπληρωμένους πάσῃ ⸀ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":30,"text":"καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":31,"text":"ἀσυνέτους, ἀσυνθέτους, ⸀ἀστόργους, ἀνελεήμονας· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":1,"verse":32,"text":"οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":1,"text":"Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":2,"text":"οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":3,"text":"λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":4,"text":"ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":5,"text":"κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ⸀ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":6,"text":"ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":7,"text":"τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":8,"text":"τοῖς δὲ ἐξ ἐριθείας καὶ ⸀ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ⸂ὀργὴ καὶ θυμός⸃, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":9,"text":"θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":10,"text":"δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":11,"text":"οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":12,"text":"Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":13,"text":"οὐ γὰρ οἱ ἀκροαταὶ ⸀νόμου δίκαιοι παρὰ ⸀τῷ θεῷ, ἀλλʼ οἱ ποιηταὶ ⸁νόμου δικαιωθήσονται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":14,"text":"ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ⸀ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":15,"text":"οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":16,"text":"ἐν ⸂ἡμέρᾳ ὅτε⸃ ⸀κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ⸂Χριστοῦ Ἰησοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":17,"text":"⸂Εἰ δὲ⸃ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ ⸀νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":18,"text":"καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":19,"text":"πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":20,"text":"παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ— ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":21,"text":"ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":22,"text":"ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":23,"text":"ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":24,"text":"τὸ γὰρ ὄνομα τοῦ θεοῦ διʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":25,"text":"Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":26,"text":"ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, ⸀οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":27,"text":"καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":28,"text":"οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":2,"verse":29,"text":"ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλʼ ἐκ τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":1,"text":"Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":2,"text":"πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν ⸀γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":3,"text":"τί γάρ; εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":4,"text":"μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, ⸀καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ ⸀νικήσεις ἐν τῷ κρίνεσθαί σε. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":5,"text":"εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":6,"text":"μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":7,"text":"εἰ ⸀δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":8,"text":"καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":9,"text":"Τί οὖν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφʼ ἁμαρτίαν εἶναι, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":10,"text":"καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":11,"text":"οὐκ ἔστιν ⸀ὁ συνίων, οὐκ ἔστιν ⸁ὁ ἐκζητῶν τὸν θεόν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":12,"text":"πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ⸀ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":13,"text":"τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":14,"text":"ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":15,"text":"ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":16,"text":"σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":17,"text":"καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":18,"text":"οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":19,"text":"Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":20,"text":"διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":21,"text":"Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":22,"text":"δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς ⸀πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":23,"text":"πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":24,"text":"δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":25,"text":"ὃν προέθετο ὁ θεὸς ἱλαστήριον ⸀διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":26,"text":"ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς ⸀τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":27,"text":"Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":28,"text":"λογιζόμεθα ⸀γὰρ ⸂δικαιοῦσθαι πίστει⸃ ἄνθρωπον χωρὶς ἔργων νόμου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":29,"text":"ἢ Ἰουδαίων ὁ θεὸς μόνον; ⸀οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":30,"text":"⸀εἴπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":3,"verse":31,"text":"νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ⸀ἱστάνομεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":1,"text":"Τί οὖν ἐροῦμεν ⸀εὑρηκέναι Ἀβραὰμ τὸν ⸀προπάτορα ⸀ἡμῶν κατὰ σάρκα; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":2,"text":"εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλʼ οὐ ⸀πρὸς θεόν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":3,"text":"τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":4,"text":"τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":5,"text":"τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":6,"text":"καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":7,"text":"Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":8,"text":"μακάριος ἀνὴρ ⸀οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":9,"text":"Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν ⸀γάρ· Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":10,"text":"πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλʼ ἐν ἀκροβυστίᾳ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":11,"text":"καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας, εἰς τὸ ⸀λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":12,"text":"καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ⸂ἐν ἀκροβυστίᾳ πίστεως⸃ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":13,"text":"Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν ⸀εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":14,"text":"εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":15,"text":"ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ ⸀δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":16,"text":"Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ (ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":17,"text":"καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":18,"text":"ὃς παρʼ ἐλπίδα ἐπʼ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":19,"text":"καὶ μὴ ἀσθενήσας τῇ ⸀πίστει κατενόησεν τὸ ἑαυτοῦ ⸀σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":20,"text":"εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλὰ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":21,"text":"καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":22,"text":"⸀διὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":23,"text":"Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":24,"text":"ἀλλὰ καὶ διʼ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":4,"verse":25,"text":"ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":1,"text":"Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ⸀ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":2,"text":"διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":3,"text":"οὐ μόνον δέ, ἀλλὰ καὶ ⸀καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":4,"text":"ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":5,"text":"ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":6,"text":"⸂Ἔτι γὰρ⸃ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ⸀ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":7,"text":"μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":8,"text":"συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":9,"text":"πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":10,"text":"εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":11,"text":"οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":12,"text":"Διὰ τοῦτο ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφʼ ᾧ πάντες ἥμαρτον— ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":13,"text":"ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":14,"text":"ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":15,"text":"Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":16,"text":"καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":17,"text":"εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":18,"text":"Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":19,"text":"ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":20,"text":"νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":5,"verse":21,"text":"ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":1,"text":"Τί οὖν ἐροῦμεν; ⸀ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":2,"text":"μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":3,"text":"ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":4,"text":"συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":5,"text":"Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":6,"text":"τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":7,"text":"ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":8,"text":"εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":9,"text":"εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":10,"text":"ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":11,"text":"οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς ⸂εἶναι νεκροὺς μὲν⸃ τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ ⸀Ἰησοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":12,"text":"Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ⸀ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":13,"text":"μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ⸀ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":14,"text":"ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":15,"text":"Τί οὖν; ⸀ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":16,"text":"οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":17,"text":"χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":18,"text":"ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":19,"text":"ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":20,"text":"Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":21,"text":"τίνα οὖν καρπὸν εἴχετε τότε ἐφʼ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":22,"text":"νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":6,"verse":23,"text":"τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":1,"text":"Ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσιν γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφʼ ὅσον χρόνον ζῇ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":2,"text":"ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":3,"text":"ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":4,"text":"Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":5,"text":"ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":6,"text":"νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":7,"text":"Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":8,"text":"ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":9,"text":"ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":10,"text":"ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":11,"text":"ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ διʼ αὐτῆς ἀπέκτεινεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":12,"text":"ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":13,"text":"Τὸ οὖν ἀγαθὸν ἐμοὶ ⸀ἐγένετο θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθʼ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":14,"text":"Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ ⸀σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":15,"text":"ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλʼ ὃ μισῶ τοῦτο ποιῶ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":16,"text":"εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":17,"text":"νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ ⸀οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":18,"text":"οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτʼ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν ⸀οὔ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":19,"text":"οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλὰ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":20,"text":"εἰ δὲ ὃ οὐ ⸀θέλω τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":21,"text":"Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":22,"text":"συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":23,"text":"βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ⸀ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":24,"text":"ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":7,"verse":25,"text":"⸀χάρις τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":1,"text":"Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ ⸀Ἰησοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":2,"text":"ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν ⸀σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":3,"text":"τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":4,"text":"ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":5,"text":"οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":6,"text":"τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":7,"text":"διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":8,"text":"οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":9,"text":"Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":10,"text":"εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":11,"text":"εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος ⸀τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ⸂ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν⸃ ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ ⸂τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα⸃ ἐν ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":12,"text":"Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":13,"text":"εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνῄσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":14,"text":"ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι ⸂υἱοί εἰσιν θεοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":15,"text":"οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν· Αββα ὁ πατήρ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":16,"text":"αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":17,"text":"εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":18,"text":"Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":19,"text":"ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":20,"text":"τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ⸀ἐφʼ ἑλπίδι ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":21,"text":"ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":22,"text":"οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":23,"text":"οὐ μόνον δέ, ἀλλὰ ⸂καὶ αὐτοὶ⸃ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες ⸂ἡμεῖς καὶ⸃ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":24,"text":"τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς, ὃ γὰρ βλέπει ⸀τίς ἐλπίζει; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":25,"text":"εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":26,"text":"Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ⸂τῇ ἀσθενείᾳ⸃ ἡμῶν· τὸ γὰρ τί ⸀προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ⸀ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":27,"text":"ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":28,"text":"Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα ⸀συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":29,"text":"ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":30,"text":"οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":31,"text":"Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":32,"text":"ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":33,"text":"τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":34,"text":"τίς ὁ ⸀κατακρινῶν; ⸀Χριστὸς ὁ ἀποθανών, μᾶλλον ⸀δὲ ⸀ἐγερθείς, ὅς ⸀καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":35,"text":"τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":36,"text":"καθὼς γέγραπται ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":37,"text":"ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":38,"text":"πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ⸂ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις⸃ ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":8,"verse":39,"text":"οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":1,"text":"Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":2,"text":"ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":3,"text":"ηὐχόμην γὰρ ⸂ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ⸃ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":4,"text":"οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":5,"text":"ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":6,"text":"Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":7,"text":"οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλʼ· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":8,"text":"τοῦτʼ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":9,"text":"ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":10,"text":"οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":11,"text":"μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ ⸀φαῦλον, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":12,"text":"οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":13,"text":"⸀καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":14,"text":"Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":15,"text":"τῷ ⸂Μωϋσεῖ γὰρ⸃ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":16,"text":"ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":17,"text":"λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":18,"text":"ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":19,"text":"Ἐρεῖς ⸂μοι οὖν⸃· Τί ⸀οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":20,"text":"⸂ὦ ἄνθρωπε, μενοῦνγε⸃ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":21,"text":"ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":22,"text":"εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":23,"text":"⸀καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":24,"text":"οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;— ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":25,"text":"ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":26,"text":"καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη ⸀αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":27,"text":"Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ⸀ὑπόλειμμα σωθήσεται· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":28,"text":"λόγον γὰρ συντελῶν καὶ ⸀συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":29,"text":"καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":30,"text":"Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":31,"text":"Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς ⸀νόμον οὐκ ἔφθασεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":32,"text":"διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ⸀ἔργων· ⸀προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":9,"verse":33,"text":"καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, ⸀καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":1,"text":"Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησις πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν εἰς σωτηρίαν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":2,"text":"μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":3,"text":"ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":4,"text":"τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":5,"text":"Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου⸃ ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":6,"text":"ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":7,"text":"ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":8,"text":"ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":9,"text":"ὅτι ἐὰν ⸀ὁμολογήσῃς ἐν τῷ στόματί ⸀σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":10,"text":"καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":11,"text":"λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":12,"text":"οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":13,"text":"Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":14,"text":"Πῶς οὖν ⸀ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσιν χωρὶς κηρύσσοντος; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":15,"text":"πῶς δὲ ⸀κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων ⸀τὰ ἀγαθά. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":16,"text":"ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":17,"text":"ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":18,"text":"Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":19,"text":"ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω⸃; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":20,"text":"Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":10,"verse":21,"text":"πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":1,"text":"Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":2,"text":"οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ⸀Ἰσραήλ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":3,"text":"Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, ⸀τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":4,"text":"ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":5,"text":"οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατʼ ἐκλογὴν χάριτος γέγονεν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":6,"text":"εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται ⸀χάρις. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":7,"text":"τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":8,"text":"⸀καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":9,"text":"καὶ Δαυὶδ λέγει· Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":10,"text":"σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":11,"text":"Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":12,"text":"εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":13,"text":"Ὑμῖν ⸀δὲ λέγω τοῖς ἔθνεσιν. ἐφʼ ὅσον μὲν ⸀οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":14,"text":"εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":15,"text":"εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":16,"text":"εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":17,"text":"Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ⸀ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":18,"text":"μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":19,"text":"ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":20,"text":"καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ⸂ὑψηλὰ φρόνει⸃, ἀλλὰ φοβοῦ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":21,"text":"εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, ⸀οὐδὲ σοῦ φείσεται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":22,"text":"ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ⸀ἀποτομία, ἐπὶ δὲ σὲ ⸂χρηστότης θεοῦ⸃, ἐὰν ⸀ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":23,"text":"κἀκεῖνοι δέ, ἐὰν μὴ ⸀ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ⸂ἐστιν ὁ θεὸς⸃ πάλιν ἐγκεντρίσαι αὐτούς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":24,"text":"εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":25,"text":"Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ⸀ἦτε ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":26,"text":"καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ⸀ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":27,"text":"καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":28,"text":"κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":29,"text":"ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":30,"text":"ὥσπερ ⸀γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":31,"text":"οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ⸀νῦν ἐλεηθῶσιν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":32,"text":"συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":33,"text":"Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":34,"text":"Τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":35,"text":"ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":11,"verse":36,"text":"ὅτι ἐξ αὐτοῦ καὶ διʼ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":1,"text":"Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν ⸂εὐάρεστον τῷ θεῷ⸃, τὴν λογικὴν λατρείαν ὑμῶν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":2,"text":"καὶ μὴ ⸀συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ ⸀μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ ⸀νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":3,"text":"Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":4,"text":"καθάπερ γὰρ ἐν ἑνὶ σώματι ⸂πολλὰ μέλη⸃ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":5,"text":"οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ⸀τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":6,"text":"ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":7,"text":"εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":8,"text":"εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":9,"text":"Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":10,"text":"τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":11,"text":"τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":12,"text":"τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":13,"text":"ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":14,"text":"εὐλογεῖτε τοὺς ⸀διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":15,"text":"χαίρειν μετὰ ⸀χαιρόντων, κλαίειν μετὰ κλαιόντων. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":16,"text":"τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":17,"text":"μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":18,"text":"εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":19,"text":"μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":20,"text":"⸂ἀλλὰ ἐὰν⸃ πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":12,"verse":21,"text":"μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":1,"text":"Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ ⸀οὖσαι ⸀ὑπὸ θεοῦ τεταγμέναι εἰσίν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":2,"text":"ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":3,"text":"οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος ⸂τῷ ἀγαθῷ ἔργῳ⸃ ἀλλὰ ⸂τῷ κακῷ⸃. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":4,"text":"θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":5,"text":"διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":6,"text":"διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":7,"text":"⸀ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":8,"text":"Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ⸂ἀλλήλους ἀγαπᾶν⸃· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":9,"text":"τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸂τῷ λόγῳ τούτῳ⸃ ἀνακεφαλαιοῦται, ⸂ἐν τῷ⸃· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":10,"text":"ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":11,"text":"Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς⸃ ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":12,"text":"ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ⸀ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθα δὲ⸃ τὰ ὅπλα τοῦ φωτός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":13,"text":"ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":13,"verse":14,"text":"ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":1,"text":"Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":2,"text":"ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":3,"text":"ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ⸂ὁ δὲ⸃ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":4,"text":"σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, ⸂δυνατεῖ γὰρ⸃ ὁ ⸀κύριος στῆσαι αὐτόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":5,"text":"Ὃς ⸀μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":6,"text":"ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ ⸀φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":7,"text":"Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":8,"text":"ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":9,"text":"εἰς τοῦτο γὰρ ⸀Χριστὸς ⸀ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":10,"text":"Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ⸀θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":11,"text":"γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ⸂πᾶσα γλῶσσα ἐξομολογήσεται⸃ τῷ θεῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":12,"text":"⸀ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ⸀δώσει. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":13,"text":"Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":14,"text":"οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ⸀ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":15,"text":"εἰ ⸀γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":16,"text":"μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":17,"text":"οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":18,"text":"ὁ γὰρ ἐν ⸀τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":19,"text":"ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":20,"text":"μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":21,"text":"καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ⸂ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ⸃· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":22,"text":"σὺ πίστιν ⸀ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":14,"verse":23,"text":"ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ⸀ἐστίν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":1,"text":"Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":2,"text":"ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":3,"text":"καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":4,"text":"ὅσα γὰρ προεγράφη, ⸀εἰς τὴν ἡμετέραν διδασκαλίαν ⸀ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":5,"text":"ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ⸂Χριστὸν Ἰησοῦν⸃, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":6,"text":"ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":7,"text":"Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ⸀ὑμᾶς, εἰς δόξαν ⸀τοῦ θεοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":8,"text":"λέγω ⸀γὰρ ⸀Χριστὸν διάκονον ⸀γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":9,"text":"τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":10,"text":"καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":11,"text":"καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":12,"text":"καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":13,"text":"ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":14,"text":"Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι ⸀πάσης γνώσεως, δυνάμενοι καὶ ⸀ἀλλήλους νουθετεῖν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":15,"text":"⸀τολμηρότερον δὲ ἔγραψα ⸀ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ⸀ὑπὸ τοῦ θεοῦ ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":16,"text":"εἰς τὸ εἶναί με λειτουργὸν ⸂Χριστοῦ Ἰησοῦ⸃ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":17,"text":"ἔχω οὖν ⸀τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":18,"text":"οὐ γὰρ τολμήσω ⸂τι λαλεῖν⸃ ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":19,"text":"ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει ⸀πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":20,"text":"οὕτως δὲ ⸀φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":21,"text":"ἀλλὰ καθὼς γέγραπται· ⸂Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται⸃, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":22,"text":"Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":23,"text":"νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ⸀ἱκανῶν ἐτῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":24,"text":"ὡς ⸀ἂν πορεύωμαι εἰς τὴν ⸀Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":25,"text":"νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":26,"text":"εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":27,"text":"εὐδόκησαν γάρ, καὶ ὀφειλέται ⸂εἰσὶν αὐτῶν⸃· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":28,"text":"τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν ⸀εἰς Σπανίαν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":29,"text":"οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι ⸀εὐλογίας Χριστοῦ ἐλεύσομαι. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":30,"text":"Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":31,"text":"ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ ⸀καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος ⸂τοῖς ἁγίοις γένηται⸃, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":32,"text":"ἵνα ἐν χαρᾷ ⸀ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος ⸀θεοῦ συναναπαύσωμαι ὑμῖν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":15,"verse":33,"text":"ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":1,"text":"Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸀καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":2,"text":"ἵνα ⸂αὐτὴν προσδέξησθε⸃ ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ⸂ἐμοῦ αὐτοῦ⸃. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":3,"text":"Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":4,"text":"οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":5,"text":"καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ⸀Ἀσίας εἰς Χριστόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":6,"text":"ἀσπάσασθε ⸀Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸀ὑμᾶς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":7,"text":"ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸀Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ ⸀γέγοναν ἐν Χριστῷ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":8,"text":"ἀσπάσασθε ⸀Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":9,"text":"ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":10,"text":"ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":11,"text":"ἀσπάσασθε Ἡρῳδίωνα τὸν ⸀συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":12,"text":"ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":13,"text":"ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":14,"text":"ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸂Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":15,"text":"ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":16,"text":"Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸀πᾶσαι τοῦ Χριστοῦ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":17,"text":"Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ⸀ἐκκλίνετε ἀπʼ αὐτῶν· ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":18,"text":"οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ⸀ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":19,"text":"ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ⸂ἐφʼ ὑμῖν οὖν χαίρω⸃, θέλω δὲ ὑμᾶς ⸀σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":20,"text":"ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸀Χριστοῦ μεθʼ ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":21,"text":"⸀Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":22,"text":"ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":23,"text":"ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸂ὅλης τῆς ἐκκλησίας⸃. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Rom","chapter":16,"verse":24,"text":"⸂Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.⸃ ⸀Ἀμήν. ","greek_name":"ΠΡΟΣ.ΡΩΜΑΙΟΥΣ"} {"book":"Titus","chapter":1,"verse":1,"text":"Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":2,"text":"ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":3,"text":"ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":4,"text":"Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις ⸀καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ τοῦ σωτῆρος ἡμῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":5,"text":"Τούτου χάριν ⸀ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":6,"text":"εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":7,"text":"δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":8,"text":"ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":9,"text":"ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":10,"text":"Εἰσὶν γὰρ πολλοὶ ⸀καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ ⸀τῆς περιτομῆς, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":11,"text":"οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":12,"text":"εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":13,"text":"ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":14,"text":"μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":15,"text":"⸀πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":1,"verse":16,"text":"θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":1,"text":"Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":2,"text":"πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":3,"text":"Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸀μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":4,"text":"ἵνα ⸀σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":5,"text":"σώφρονας, ἁγνάς, ⸀οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":6,"text":"Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":7,"text":"περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν, ⸀σεμνότητα, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":8,"text":"λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂λέγειν περὶ ἡμῶν⸃ φαῦλον. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":9,"text":"Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":10,"text":"μὴ νοσφιζομένους, ἀλλὰ ⸂πᾶσαν πίστιν⸃ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν ⸀τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":11,"text":"Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":12,"text":"παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":13,"text":"προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ⸃, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":14,"text":"ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":2,"verse":15,"text":"Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":1,"text":"Ὑπομίμνῃσκε αὐτοὺς ⸀ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":2,"text":"μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":3,"text":"ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":4,"text":"ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":5,"text":"οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ⸀ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ ⸂τὸ αὐτοῦ ἔλεος⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":6,"text":"οὗ ἐξέχεεν ἐφʼ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":7,"text":"ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι ⸀γενηθῶμεν κατʼ ἐλπίδα ζωῆς αἰωνίου. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":8,"text":"Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ⸀ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":9,"text":"μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ⸀ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":10,"text":"αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":11,"text":"εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":12,"text":"Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":13,"text":"Ζηνᾶν τὸν νομικὸν καὶ ⸀Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":14,"text":"μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"} {"book":"Titus","chapter":3,"verse":15,"text":"Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν. ","greek_name":"ΠΡΟΣ.ΤΙΤΟΝ"}